Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.264
Not analysed yet
καὶ πεπόρθηκε τὴν Σαμάρειαν, καὶ αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. Οὐκοῦν φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Διασώσει γὰρ οὐδεὶς τὸν ὑπὸ θείαν ὀργὴν γεγονότα. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει,» κατὰ τὸ γεγραμμένον; Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ' ὄρος Σιὼν ἐπ' αὐτοὺς, καὶ τοὺς ἐχθροὺς διασκεδάσει· Συρίαν ἐφ' ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ὅτε πλήττει Θεὸς διὰ πολλὰς ἁμαρτίας, ἐπάγει τοῖς πεπονθόσι τὴν μώτωσιν, ἵνα φαίνηται διὰ παντὸς τρόπου καλῶν εἰς μετάγνωσιν, διά τε πόνου φημὶ καὶ παρακλήσεως. Τοιοῦτόν τι καὶ νῦν τοῖς παθοῦσι τὴν δῄωσιν ἐπαγγέλλεται. Ἱστορία δὲ ἀπόδοσιν ἔχει τὸ προκείμενον, ἣν ἀναγκαῖον, ὡς ἔφην, διὰ βραχέων εἰπεῖν. Τελευταῖος μὲν γὰρ κατὰ πάσης ὁμοῦ τῆς Ἰουδαίας, καὶ μέν τοι καὶ τῆς Σαμαρείας, ὁ παρὰ τοῦ Ναβουχοδονόσορ πόλεμος γίνεται, καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι, καὶ δεδουλεύκασιν ἐχθροῖς ἑβδομήκοντα ἔτη. Ἐπειδὴ δὲ συμπεπέρασται τοῖς ἀπὸ τῆς ὀργῆς ὁ καιρὸς, κατηλέησε πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ ἀνεθῆναι παρεσκεύασεν, Κύρου τοῦ Καμβύσου νενικηκότος τοὺς Βαβυλωνίους. Ἐπειδὴ δὲ τὴν ἁγίαν ἀφίκοντο πόλιν οἱ πεπονηκότες, ἀνατειχίζειν ἤθελον αὐτήν. Καὶ δὴ καὶ πεπράχασι, καὶ τὸν θεῖον αὐτῶν ἀνεδείμαντο νεών. Ἀλλ' οὐδὲν ἧττον, καίτοι τοσαῦτα πεπονθόσι, καὶ τὰς τῶν ἀρχαίων πλημμελημάτων ἐκτετικόσι δίκας, ἐπεφύοντο πάλιν ἐκ βασκανίας τὰ περίοικα τῶν ἐθνῶν. Οὐ γὰρ ἤθελον ἰσχῦσαι τὴν Ἱερουσαλήμ. Μάλιστα δὲ τῶν ἄλλων ἁπάντων ἐπέκειντο δριμεῖς οἱ ἀπὸ τῆς Συρίας τῆς γείτονος καὶ τῆς Δαμασκοῦ. Πλὴν νενίκηντο, Θεοῦ σώζοντός τε καὶ ἐπαμύνοντος τοῖς ἐκ τῆς αἰχμαλωσίας. Κεκρατήκασι γὰρ τῶν ἐχθρῶν. Εἶτα χρόνου προϊόντος, Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς βασιλεύων τῆς Ἀσίας, λελύπηται μὲν πρὸς τὸν βασιλεύοντα τὸ τηνικάδε τῆς Αἰγυπτίων γῆς Πτολεμαῖον· συγκροτήσας δὲ πόλεμον, νενίκητο μὲν, διεσώζετο δὲ μόλις. Ἵνα δὲ μὴ ἄπρακτος παντελῶς δράμοι οἴκαδε, οὐδὲν ἔχων τῆς νίκης ὑπόμνημα, κατεστράτευσε τῆς Ἰουδαίας, εἷλε τὰ Ἱεροσόλυμα, καὶ ὑπὸ χεῖρα λαβὼν, πάντα τὰ σκεύη τὰ ἅγια διαρπάσας, Λυσίαν τινὰ στρατηγὸν ἐνίδρυσε τῇ Ἰουδαίᾳ, τηρεῖν ἐπιτάξας αὐτῷ τὴν ἀρχήν. Ἐπειδὴ δὲ ὁ μνημονευθεὶς Ἀντίοχος εἰς τὴν ἑαυτοῦ δεδράμηκε βασιλείαν, πεπολεμήκασιν οἱ Ἰουδαῖοι Λυσίᾳ τῷ στρατηγῷ, καὶ νενικήκασι. Ταῦτα δὴ μαθὼν ὁ Ἀντίοχος ἐκ λύπης τελευτᾷ. Ὑπισχνεῖται τοίνυν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεὸς τοῖς πεπορθημένοις ὑπὸ τοῦ Ναβουχοδονόσορ, διαφυγοῦσι δὲ μόλις τὴν αἰχμαλωσίαν φησίν· «Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ' ὄρος Σιὼν ἐπ' αὐτούς.» Ἀκούεις ὅπως ὁ πλήξας καὶ μωτοῖ; τίνες οὖν οἱ ἐπανιστάμενοι; Συρία ἀφ' ἡλίου ἀνατολῶν, καὶ οἱ Ἕλληνες ἀφ' ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γένος ὁ Ἀντίοχος, ὁ ἐκ Μακεδονίας ὁρμώμενος. Πρὸς δυσμαῖς δὲ αὕτη. Μέρος γὰρ τῆς Ἑσπέρας ἡ τῶν Μακεδόνων χώρα, μάλισθ' ὅταν ὡς πρὸς σύγκρισιν νοεῖται, κατά γε τὴν θέσιν, τῶν ἀφ' ἡλίου ἀνατολῶν. Σύροι δὲ οὖτοι καὶ