Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.269
Not analysed yet
λέγοντες· «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρουόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω ὑμῖν καὶ παντὶ τῷ λαῷ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.» Οὗτοι γὰρ οἱ πρεσβύτεροι, τὴν τοῦ κρίνειν ἔχοντες ἐξουσίαν, οὐκ ὀρθὰς τὰς ἐφ' ἑκάστῳ τῶν παρ' αὐτοῖς κρινομένων ἐποιοῦντο ψήφους, δωροδοκοῦντες ἀπλήστως, καὶ τὰ τῶν πλουσίων θαυμάζοντες πρόσωπα, καίτοι τοῦ διὰ Μωσέως κεκραγότος νόμου· «Κρῖμα δίκαιον κρίνατε·» καὶ τὸ, «Οὐ λήψῃ πρόσωπον ἐν κρίσει,» τιθέντος πανταχῆ. Αὕτη τοίνυν, φησὶν, ἡ ἀρχή· λελόγιστο δὲ καὶ εἰς κεφαλήν. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ' ἑνὸς νοεῖται σώματος. Συναφαιρεθήσεσθαι δὲ τῷ πρεσβύτῃ φησὶ καὶ προφήτην καὶ διδάσκοντα ἄνομα. Καὶ τοῦτον εἶναί φησι τὴν οὐρὰν, τοῦτ' ἔστι, τὸ ἑπόμενον. Ἦσαν μὲν γάρ τινες παρὰ τοῖς Ἰουδαίοις, τὸν διὰ τοῦ πανσόφου Μωσέως διερμηνεύοντες νόμον· ἔδρων δὲ τοῦτο διεστραμμένως, τοῖς διὰ Μωσέως λόγοις ἐπάγοντες οὐκ ὀρθῶς παραδόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Οὗτοι τὸν τῶν Ἰουδαίων πεπλανήκασι δῆμον, καὶ γαῦρον ἐγεῖραι κατὰ Χριστοῦ πεποιήκασι τὸν αὐχένα. Ἐπειδὴ τοίνυν εἵποντο καὶ οὗτοι ταῖς τῶν ἱερέων γνώμαις, οἳ καὶ ἐν τάξει τέθειντο τῆς κεφαλῆς, οὐρὰν ὠνόμασεν αὐτούς. Ὡς γὰρ ἔφην, ὅταν ὡς ἐφ' ἑνὸς νοῶμεν σώματος, ἕπεται πάντως ἡ οὐρὰ τῇ κεφαλῇ. Ἐπειδὴ δὲ προφήτας ὠνόμασεν αὐτοὺς, οὐχ ἁγίους εἶναι καὶ ἀληθεῖς λογιούμεθα. Προστέθεικε γὰρ τὸ, ὅτι διδάσκουσιν ἄνομα. Πλὴν ἐκεῖνό φαμεν· Ἦσαν μὲν γὰρ ἐν τῷ Ἰσραὴλ ψευδοπροφῆται κατὰ καιροὺς, δηλονότι καθ' οὓς ἦσαν οἱ κατὰ ἀλήθειαν προφῆται. Μετὰ δέ γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ἀραρότως εἰπεῖν οὐκ ἂν δύναιτό τις, ὅτι γεγόνασι κατ' ἐκείνους ἕτεροί τινες· εἰ μὴ ἄρα τις ἐκείνους λέγοι, ὧν καὶ διαμέμνηται Γαμαλιὴλ νομοδιδάσκαλος ὢν, καὶ τίμιος παντὶ τῷ λαῷ, κατά γε τὸ γεγραμμένον ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων. Προσπεφώνηκε γὰρ οὕτω περὶ τῶν ἁγίων ἀποστόλων τοῖς ἐν τῷ συνεδρίῳ, λέγων· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων τινὰ εἶναι ἑαυτὸν μέγαν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη. Καὶ πάντες ὅσοι εἵποντο αὐτῷ διελύθησαν, καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.» Ἀφαιρεθήσεσθαι τοίνυν φησὶ κεφαλὴν καὶ οὐρὰν, κατά γε τὴν ἀρτίως ἡμῖν προαποδοθεῖσαν διάνοιαν. Πλὴν τοὺς μακαρίζοντας τὸν λαὸν τοῦτον πλανῶντας ἔσεσθαί φησι, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς· οἱ γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τὴν ἱεράν τε καὶ θείαν πεπιστευμένοι σκηνὴν, καὶ τὰς κατὰ νόμους θυσίας ἐπιτελεῖν ἐπιτεταγμένοι, προὔτρεπον εἰς δωροφορίας τοὺς ὑπὸ