Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.272
Not analysed yet
χεῖρα λαοὺς, μακαρίους αὐτοὺς εἶναι λέγοντες, εἰ προσάγοιεν ἀμφιλαφῶς. Ἔδρων δὲ τοῦτο πικρῶς, οὐ τῆς εἰς Θεὸν αἰδοῦς μεταποιούμενοι, καὶ πεφροντικότες, ἀλλ' εἰς τὰς σφῶν αὐτῶν ὁρῶντες φιλοκερδίας. Ταύτῃ τοι, φησὶ, πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Ἀκόρεστοι γὰρ ὄντες, ὡς ἔφην, εἰς τὸ βούλεσθαι πλουτεῖν, οὐχ ὅτι προσήκει, διὰ τοῦ τὸν νόμον ἑλέσθαι πληροῦν, τὸν τῶν ὅλων εὐφρᾶναι Θεὸν ἐδίδασκον τοὺς λαούς· προὔτρεπον δὲ μᾶλλον καὶ ταῖς ὑπὲρ δύναμιν καταγεραίρειν προσαγωγαῖς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, οὔτε αὐτοὶ προσήκαντο τὴν πίστιν τὴν εἰς Χριστὸν, κλείοντες δὲ ὥσπερ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐδ' ἑτέρους εἰσελθεῖν συγκεχωρήκασιν εἰς αὐτήν. Ἤδεσαν γὰρ ὅτι τῆς κατὰ νόμον ἀργούσης σκιᾶς, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰσδεδεγμένων, πεπαύσεται πάντως ἡ ἐν τύποις καὶ δι' αἱμάτων λατρεία, ἀργήσουσι δὲ καὶ θυσίαι, τῆς ἐν πνεύματι λατρείας εἰσκεκομισμένης. Τοῦτο δὲ ἀναίρεσις παντελὴς τῆς ἐνούσης αὐτοῖς ἀκορέστου φιλοκερδίας. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῷν οὐκ εὐφρανθήσεται ὁ Θεὸς, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἀποφέρει καὶ νῦν ὁ λόγος ἡμᾶς, ἐκ παραδειγμάτων ἐμφανῶν, εἰς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Νεανίσκους γὰρ ἐνθάδε φησὶν, οὐχὶ δήπου πάντως τοὺς ἐν εὐρωστίᾳ σώματος, ἤτοι τοὺς ἐν ἀκμαῖς τε καὶ ἥβῃ σαρκικῇ, σημαίνει δὲ μᾶλλον τοὺς οἵπερ ἂν ἔχοιεν εἰς νοῦν καὶ καρδίαν ἰσχὺν τὴν πνευματικὴν, ὥστε δύνασθαι κατορθοῦν καὶ μάλα νεανικῶς τὰ δι' ὧν ἔσονται λαμπροὶ, καὶ Θεῷ γνωριμώτατοι, καὶ ἁπάσης ἐπιεικείας ἔμπλεοι. Τοῖς ὧδε τὴν ἕξιν διακειμένοις, καὶ ὁ μακάριος Ἰωάννης προσπεφώνηκε, λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Ἀλλὰ πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, γεγόνασί τινες, καὶ παρὰ τοῖς Ἰουδαίοις, καθ' ὃν ἔφην ἀρτίως τρόπον, ἀνδρίζεσθαι μεμελετηκότες, διὰ τοῦ καὶ ἀμωμήτως ἑλέσθαι πληροῦν τὴν παραδοθεῖσαν ἐντολὴν, καὶ τοῖς κατὰ νόμον αὐχήμασιν διαπρέπειν δύνασθαι καὶ μάλα πλουσίως. Ἦσαν δὲ οὐκ ἀπόβλητοι παρὰ Θεῷ. Καιρὸς γὰρ ἦν ἔτι τῆς ἐν νόμῳ σκιᾶς, καὶ τῆς εὐαγγελικῆς καὶ ἐν Χριστῷ πολιτείας οὔπω πεφανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· «Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.» Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· «Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.» Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί. Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν,