Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.28
Not analysed yet
λοιπόν· οἳ καὶ αὐτὰς ἀφέντες τὰς ἐαυτῶν σκηνὰς, ἐλευθέραν τοῖς ἐθέλουσι περιεργάζεσθαι τὰ λοιπὰ ποιοῦνται τὴν εἰσβολήν. Πεπράχθαι τι τοιοῦτον καὶ ἐπὶ τῇ ταλαιπώρῳ Σιὼν ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος. Ἔτι μὲν γὰρ τοὺς τῆς δικαιοσύνης ἔχουσαν καρποὺς, ἀσφαλείας τε καὶ παραφυλακῆς καὶ φειδοῦς ἁπάσης ἠξίου Θεός. Ἔφη γὰρ ὅτι «Ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ψάλλει γὰρ καὶ ὁ μακάριος Δαβίδ· «Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.» Ἐπειδὴ δὲ καίτοι γεγονὼς ὁ Ἰσραὴλ ἀμπελὼν Κυρίου Σαβαὼθ, κεχαράκωται μὲν καὶ ἠξιώθη φραγμοῦ. Τέτοκε δὲ ἀκάνθας, καὶ δέδοται παρὰ Θεοῦ τοῖς ἀδικεῖν εἰωθόσιν, «Καθελῶ γὰρ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ.» Τοιγάρτοι καὶ ἐλυμήνατο αὐτὴν κάπρος ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτὴν, ὅτι δὲ ἀνῆκε τὸν ἀμπελῶνα Θεὸς, καὶ ἐγκαταλέλειπται παρ' αὐτοῦ διδάσκει λέγων ὁ Σωτήρ· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Προανακεκράγει δὲ τοῦτο καὶ διὰ φωνῆς προφήτου λέγων· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ, δέδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Διαμέμνηται δέ που Ἰώσηπος, ὁ τὰ τῆς Ἰουδαίων γῆς ἐκτραγῳδήσας πάθη, ὅτι μελλούσης ἁλῶναι τῆς Ἱερουσαλὴμ, ἤκουον οἱ ἱερεῖς ἐν τῷ ναῷ φωνῆς, ὡς τῶν ἐν αὐτῷ βοώντων ἀγγέλων, Μεταβαίνωμεν ἐντεῦθεν. Ὅτι δὲ πόλεως πολιορκουμένης, φυγῆς παρὰ πάντων ζητεῖται τρόπος τῶν ἐν αὐτῇ, πῶς ἔστιν ἀμφιβαλεῖν; ἐντεῦθέν ἐστι τὰ τῆς Ἰουδαίων χώρας διατεκμαίρεσθαι πάθη. Τριπόθητον γὰρ τοῖς πολιορκουμένοις κατεφαίνετο καὶ τὸ μόνην δύνασθαι διασῶσαι ψυχήν. Οἴκου δὲ καὶ περιουσίας ἢ καὶ τῆς πόλεως αὐτῆς οὐδεὶς ἦν αὐτοῖς παντελῶς λόγος. Ἰστέον δὲ ὅτι καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐγκαταλείπεσθαι παρὰ Θεοῦ συμβαίνει πολλάκις, εἰ μὴ ἕλοιτο διορθοῦν τὰ διατεταγμένα, καὶ δεσποτικοῖς θεσπίσμασιν ὑποφέρουσα τὸν αὐχένα, τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ἀποτίκτει καρπούς. Εἰ καὶ κεχρημάτικεν υἱὸς ἢ θυγάτηρ Θεοῦ, εἰ καὶ γέγονε Σιὼν, ὅ ἐστι σκοπευτήριον, τοῦτ' ἔστιν ἐν ὑψηλῇ διανοίᾳ καὶ νῷ καθαρωτάτῳ καὶ ὁρᾷν εἰδότι μυστήρια· εἶτα δρῶν, ἃ μὴ θέμις, παροτρύνων ὁρῷτο τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐγκαταλειφθήσεται παρ' αὐτοῦ, καὶ οἷά τις ἀφρούρητος ἀμπελὼν ἐκδοθήσεται τῷ Σατανᾷ, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, ἔρημός τε ἁπάσης ἀρετῆς ἀναδειχθήσεται, καὶ γυμνὸς αὐχημάτων τῶν ἐκ πολιτείας ἀγαθῆς, καὶ παντὸς ἀνάπλεως κακοῦ. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν