Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.25
Not analysed yet
δέσμους· διερμηνεύει λευκῶς, ἠρημῶσθαι τὴν γῆν λέγων αὐτῶν, ἐμπρισθῆναι δὲ καὶ τὰς πόλεις καὶ ὑπόχειρα γενέσθαι τῶν ἐχθρῶν, καὶ τοῦτο ἀλλογενῶν, ὡς μονονουχὶ καὶ ἅπασαν ἐκ βάθρων αὐτῶν ἀνατετράφθαι. Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων, Σύρων τε καὶ Μωαβιτῶν, Ἰδουμαίων τε καὶ τῶν καλουμένων Φιλιστιεὶμ, ἤτοι Παλαιστινῶν. Ἀλλὰ ὀλίγα παθοῦσα, καὶ συμμέτροις ἐσθ' ὅτε περιπεσοῦσα συμφοραῖς πάλιν ἀνήνεγκεν ἐπαμύνοντος Θεοῦ, καὶ αὐτοῦ μοτοῦντος τοῦ πλήξαντος. Ἀπόλωλεν δὲ ὁλοτρόπως μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καταδῃούντων αὐτὴν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Τότε γὰρ δὴ συμβέβηκεν κατεμπρισθῆναι μὲν πόλεις, ἅπασαν δὲ τῶν ἐνοικούντων κενὴν γενέσθαι τὴν χώραν, καὶ ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων, παμμοχθηρὸν δὲ τὸ ἐνώπιον αὐτῶν ἤγουν ὁρώντων καὶ ἀλγυνομένων, ὑφ' ἑτέροις εἶναι τὴν γῆν κατεσθιομένην τρόπον τινὰ καὶ δαπανωμένην. Τὸ μὲν γὰρ ἀπόντας ἀκοῦσαι μόνον τάχα που φορητὴν αὐτοῖς ἂν ἐνεποίησε τὴν λύπην. Τὸ δὲ καὶ παρόντας ὁρᾷν, εἶτα μηδὲν ἐπαμύνειν δύνασθαι κατηχθῆσθαι δὲ ὥσπερ ταῖς ἐξ ἀνάγκης συμφοραῖς δύσοιστον ἔχει καὶ παμπολὺ τὸ λυποῦν. Δεῖ δὴ οὖν ἡμᾶς μὴ παροργίζειν τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἵνα μὴ ὁρατοῖς τε καὶ ἀοράτοις περιπίπτωμεν ἐχθροῖς εἰς τὰ τῆς ἀτιμίας καταβιβάζουσι πάθη, καὶ πᾶν ὀχύρωμα τοῦ ἐν ἡμῖν ὄντος νοῦ καταστρέφουσιν, ὡς κατανέμεσθαι τρόπον τινὰ τὴν ἀθλίαν ψυχὴν, καὶ πάντας αὐτῆς δαπανᾷν τοὺς καρποὺς, ἵνα οἷον ξηρά τε καὶ ἄτιμος ᾖ, καὶ ἀκανθοτόκος εὑρίσκηται γῆ, ἧς τὸ τέλος εἰς καῦσιν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη. Ἐλεεινὸν τὸ χρῆμα· πῶς γὰρ οὐ θρήνου τε καὶ οἰμωγῆς ἄξιον; ἡ γὰρ πάλαι θυγάτηρ, καὶ τῇ κλήσει τοιᾷδε τετιμημένη, καὶ οἷον ὑπὸ πατρὶ φιλοστοργοτάτῳ πράττουσα τῷ Θεῷ, ἡ φειδοῖ καὶ ἀγάπῃ τῇ παρ' αὐτοῦ μεθύουσα, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις παρ' αὐτοῦ στεφανουμένη, καὶ κατακρατοῦσα τῶν ἀνθειστηκότων, καὶ ἀμετρήτῳ πληθυῒ τῶν ἐνοικούντων αὐτὴν περιεχομένη, ἡ παμμακαρία καὶ διαβόητος Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ἐγκαταλειφθήσεται, φησίν. Τοῦτ' ἔστιν, ἔρημος ἔσται. Γυμνή τε ἀπομενεῖ καὶ τῆς τοῦ σώζοντος εὐσθενείας, καὶ τῶν ἐνοικούντων αὐτήν. Ἐγκαταλειφθήσεται δὲ οὕτως, ὡσεὶ σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ καὶ ὡς πόλις πολιορκουμένη. Οἱ μὲν γὰρ τῶν ἀμπελώνων τεταγμένοι φύλακες, ἐντεθηλότων αὐτοῖς τῶν βοτρύων ἔτι, πλείστην τε ὅσην ποιοῦνται τὴν ἀσφάλειαν, καὶ τοὺς ἀποκείρειν ἐθέλοντας καταπτοοῦσι λῃστάς. Καὶ τὰ τῶν θηρίων ἐλαύνουσι γένη. Ἔθος δὲ τοῦτο δρᾷν καὶ τοῖς τῶν σικυηλάτων ἐπιτηρηταῖς ἤτοι δεσπόταις. Συγκεκομισμένων δὲ τῶν βοτρύων, καὶ πεπατημένων, καὶ τῶν ἐν σικυηλάτοις ἐξῃρημένων, τὸ τῶν φυλαττόντων ἐπιεικὲς ἀνεῖται