Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.312
Not analysed yet
αὐτόν πού φησι τὸν Υἱόν· «Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Ῥάβδος δὲ καὶ ἑτέρως, ὡς ἂν ἔχων τὰ πάντα, καὶ εἰς τὸ εὖ εἶναι συνέχων, συνεστᾶναί τε ποιῶν τὸ ἠσθενηκὸς, ἤτοι τὴν ἀνθρώπου φύσιν, μονονουχὶ κατασειομένην, καὶ μεθύουσαν ὑπὸ παθῶν. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ, τὸ κοινὸν ἁπάντων πρόσωπον ἑαυτῷ περιθεὶς, «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος κατὰ τὸ γεγραμμένον· ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλοσύνης· ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθὸς, τὴν ψυχὴν ἑαυτοῦ τιθεὶς ὑπὲρ τῶν προβάτων. Εἴρηται γοῦν πρὸς αὐτὸν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ποίμαινε λαόν σου ἐν ῥάβδῳ, φυλήν σου, πρόβατα κληρονομίας σου.» Εἰ δέ τῳ δοκεῖ, καὶ ἐπείπερ ἐστὶ κριτὴς, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ταύτῃ τοι, καὶ μάλα εἰκότως ὀνομάζεσθαι ῥάβδον, νοήσει καλῶς. Εἴρηται γὰρ πρὸς αὐτὸν, ἐμπαροινήσαντός τε αὐτῷ τοῦ Ἰσραὴλ, καὶ ἀκρατῶς ἀπονενευκότος εἰς ἀπείθειαν· «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.» Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ τοῦ πανσόφου Μωσέως κατασημαίνει νόμος· παραλαμβάνεται γὰρ εἰς τύπον Χριστοῦ καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένη. Ἐξήνθησε γὰρ κάρυα, καὶ τί δὴ τὸ χρῆμα τῶν ἐν σκιαῖς ἐννοιῶν, εἰπεῖν ἀναγκαῖον. Ἅπτονται μὲν γὰρ φυσιολογίας τινὲς, καὶ δὴ καί φησι τὴν καρυΐνην ῥάβδον, εἰ πρὸς τῇ κεφαλῇ κέοιτό τινων, ἀνυπνίας εἶναι φυσικῶς ἐμποιητικήν. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Χριστὸς, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος, ὑπὲρ παντὸς γεύσασθαι θανάτου, βραχὺ δὲ ὥσπερ ἀπονυστάξας, καθάπερ ἐξ ὕπνου διεγερθῆναι πάλιν, ἀναβιῶναί τε θεοπρεπῶς, πεπατημένου θανάτου. Ταύτῃ τοι ῥάβδῳ καρυΐνῃ παρεικάζεται. Διὰ ταύτης τε τῆς θείας τε καὶ νοητῆς ῥάβδου τεθαυματούργηκεν ὁ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραήλ. Ῥάβδον γοῦν αὐτὴν ὠνόμαζε Θεοῦ. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως, κατὰ τὸ γεγραμμένον. Ὅταν τοίνυν ὁ προφήτης αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον ὑποφαίνων, ἐκ τῆς Ἰεσσαὶ ῥίζης τὴν ῥάβδον ἡμῖν ἀναφανῆναι λέγῃ, τότε δὴ, τότε τοῖς τῆς διανοίας ὄμμασιν αὐτὸν μονογενῆ τοῦ Θεοῦ Λόγου, τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, σεσαρκωμένον τε καὶ ἐνανθρωπήσαντα θεωρῶν, καὶ εἰς ἑκούσιον ἑαυτὸν καθέντα κένωσιν, καὶ τὴν δι' ἡμᾶς οἰκονομικὴν ἀνατλάντα γέννησιν, φημὶ δὴ τὴν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, ὁμοῦ τῷ προφήτῃ λέγει· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα, καὶ ἐξέστην.» Ῥάβδος δὴ οὖν ὠνόμασται διάτοι τὰς ἀρτίως ἡμῖν εἰρημένας αἰτίας. Ἄνθος δὲ πάλιν· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πρὸς ἀφθαρσίαν, καὶ εἰς ζωὴν, καὶ εἰς καινότητα πολιτείας εὐαγγελικῆς· ἄνθος δὲ καὶ ἑτέρως, διὰ τὴν