Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.309.1
Not analysed yet
ὃς καθῄρηται, καὶ ἐμπέπρησται, πέπτωκέ τε ὁμοῦ τοῖς ὑψηλὴν ἔχουσι τὴν ὀφρύν. Ὑπέροπτος γὰρ ἀληθῶς ὅ τε τῶν ἱερέων ἐσμὸς, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ Ἰσραὴλ, τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ἀτιμάσας. Εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ Λίβανον ὠνομασμένην. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας ἔφη που πρὸς αὐτήν· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος. Ἐπειδὴ γὰρ ὄρει τῷ Λιβάνου παρεικάζων τὴν Ἱερουσαλὴμ, οὕτως ὠνόμαζεν αὐτὴν, ἀναγκαίως τῆς τοῦ λόγου τροπῆς πιθανῶς ἐχόμενος, κέδροις καὶ δρυμῷ συμφύτῳ, τούς τε ἐν αὐτῇ λαοὺς, καὶ μέν τοι τοὺς ἡγουμένους ὀνομάζει χρησίμως, οἷς καὶ ὀλολύζειν διακελεύεται, διάτοι τὸ δρυμῶν δίκην ἐπιπηδᾷν αὐτοῖς τοὺς ὠλοθρευκότας. Εἰ δὲ δή τις ἕλοιτο κεκρυμμένης ἅψασθαι θεωρίας, καὶ τὴν τῶν προκειμένων ἐφαρμόσαι δύναμιν αὐτῷ τε τῷ Σατανᾷ, καὶ ταῖς ὑπ' αὐτὸν δυνάμεσι ταῖς ἀλιτηρίαις, οὐδὲ οὗτος ἔξω τοῦ εἰκότος βαδιεῖται σκοποῦ. Συνετρίβη δὲ καὶ ἀπόλωλε τῶν δαιμονίων τὸ φιλοκακοῦργον στῖφος, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης, ὁ ὑψηλὸς, καὶ ὑπέροφρυς, καὶ οἷον ὄρει τῷ Λιβάνῳ παρεικασμένος. Πρὸ γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας περιφανής τις ἦν ἅπασι, καὶ ἄτοπος πανταχῆ προσκυνούμενος, καὶ τὴν τῆς θεότητος δόξαν ἁρπάσας ἐφ' ἑαυτῷ. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Προεγνωκὼς ὁ προφήτης διὰ τῆς ἄνωθεν δᾳδουχίας τὰ ἐσόμενα σαφῆ ποιεῖται τὴν προαγόρευσιν. Εἴρηται γὰρ μὲν ἐν ὑστέροις καιροῖς πρὸς τὸν μακάριον Δαβὶδ παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Ἐπειδὴ δὲ ἦν ὁ πάντα εἰδὼς τοῖς ἁγίοις προφήταις τὴν τῶν ἐσομένων πρόγνωσιν ἐντιθεὶς, προαναβεβόηται καὶ τοῦτο παρ' αὐτῶν, ἵνα πανταχόθεν μαρτυρῆται τὸ μυστήριον, καὶ πιστεύηται γεγονός. Ῥάβδον τοίνυν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαί φησιν, ἀναβήσεσθαι δὲ καὶ ἄνθος, καὶ οὐ μετά γε τὸ ταραχθῆναι τοὺς ἐνδόξους μετὰ ἰσχύος, ταπεινωθῆναι δὲ καὶ τοὺς ὑψηλοὺς, καὶ σὺν αὐτοῖς πεσεῖσθαι τὸν Λίβανον, τότε τὴν ῥάβδον ἐκ τῆς Ἰεσσαὶ ῥίζης ἀναφυῆναί φησιν. Ἀλλ' ἐν μὲν τοῖς πρώτοις κεφαλαιωδέστερον ἡ τοῦ παντὸς πράγματος ἐδηλοῦτο δύναμις. Τίνα γὰρ ἔμελλε συμβήσεσθαι τοῖς ἐξ Ἰσραὴλ πεπαρῳνηκόσιν ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν βραχεῖ λόγῳ μεμαθήκαμεν· ἀναφοιτᾷ δὲ νῦν ἡ διήγησις ἐπ' αὐτὴν ὥσπερ τὴν ἀνωτάτω τοῦ πράγματος ἀρχὴν, φημὶ δὴ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, καὶ τὴν οἰκονομικῶς ἐσομένην ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Ῥάβδον δὴ οὖν ὠνόμαζε τὸν ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα Χριστόν· καὶ μὴν πρὸς τούτῳ καὶ ἄνθος, καὶ διὰ μὲν τῆς ῥάβδου, κατά γε τὸ εἰκὸς, τὸ βασιλικὸν ἔχων ἀξίωμα πλαγίως ὑποσημαίνεται. Σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς