Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.316
Not analysed yet
δευτέρᾳ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι Χριστῷ. Ὅτι δὲ οὐ μερικὴν αὐτῷ τὴν χάριν εἰργάζετο, καθάπερ ἐν τοῖς ἁγίοις τὸ ἐπαναπαύεσθαι λεγόμενον Πνεῦμα, ἀλλ' ἦν πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ τῇ ἰδίᾳ σαρκὶ καταλύον, καὶ οὐκ ἀψύχῳ ποθὲν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.» Ἑνὶ δὲ τῷ Πνεύματι πολυειδῆ δέδωκε τὴν ἐνέργειαν. Οὐ γάρ τοι Πνεῦμα μὲν ἄλλο τῆς σοφίας, ἕτερον δὲ τὸ συνέσεως, ἤτοι βουλῆς, καὶ ἰσχύος, καὶ τῶν λοιπῶν, ἀλλ' ὥσπερ εἷς μέν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, ὀνομάζεται δὲ καὶ ἐνέργεια πολυτρόπως· ζωὴ γάρ ἐστι, καὶ φῶς, καὶ δύναμις· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου συνήσεις Πνεύματος· ἓν γὰρ ὑπάρχων νοεῖται πολυειδῶς, ἐνεργεῖ δὲ καὶ οὕτως. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος διαφόρων ἡμῖν χαρισμάτων ἰδέας ἀπαριθμούμενος· «Ταῦτα πάντα,» φησὶν, «ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρεῖ ἑκάστῳ ἰδίᾳ, καθὼς βούλεται.» Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐξελέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς. Ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ εὖ μάλα προειρηκὼς, προσεπάγει χρησίμως, καὶ τὰ δι' ὧν ἂν εἴη γνώριμος ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς ἐν ἔργοις λαμπρότητος. Ἔδει γὰρ, ἔδει προαναπείθειν ἀκριβῶς προφητικὴν ἔχοντας προαγόρευσιν, τοὺς οἴ γε τὴν ἐπ' αὐτὸν ἔμελλον παραδέχεσθαι πίστιν, τίς δέ γε, καὶ ποῖος, καὶ διὰ ποίων ἥξει κατορθωμάτων. Ὥσπερ γὰρ εἴ τις ἕνα τῶν καθ' ἡμᾶς, τοῖς οὐκ εἰδόσιν αὐτὸν κατασημαίνειν βεβουλημένος, ἐξ ὧν οἶδεν ὄντα λόγῳ ζωγραφεῖ, λέγει δὲ περὶ αὐτοῦ, ὡς εἴη μὲν τὴν κόμην οὐ βαθὺς, συμμέτρως δὲ ψιλὸς, καὶ χαροπὸν μὲν ὅτι τὸ ὄμμα αὐτῷ, καὶ ὑπογελῶσαν ἔχον τὴν βολὴν, ἰσχνὸς δὲ τὴν ῥῖνα, καὶ τὰ ἕτερα δὲ τοῦ σώματος διεξίοι μέρη, τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὁ μακάριος προφήτης, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτοῦ περὶ τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ταύτῃ τοι τὰ τῆς θεοπρεποῦς ὑπεροχῆς καὶ μέντοι ἐξουσίας ἀπαριθμεῖται σημεῖα, καὶ δὴ καί φησι περὶ αὐτοῦ· «Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει.» Θεοπρεπὲς τὸ χρῆμα, ἐοικός τε φύσει τῇ ἀνωτάτω. Τὸ γὰρ μήτε εἰς δόξαν τὴν ἐν ἀνθρώποις ὁρᾷν, ὀρθήν τε καὶ ἀδιάστροφον τὴν ἐφ' ἑκάστῳ ποιεῖσθαι κρίσιν καὶ ἀμώμητον παντελῶς, πῶς οὐκ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει; Οὐ γὰρ οἶδεν ὁρᾷν εἰς πρόσωπον, οὔτε μὴν τὸν ταῖς ἐκ πλούτων περιβολαῖς, οὔτε μὴν ἀξιώμασιν ἐξωραϊσμένον ἀξιοῖ τιμῆς ἢ λόγου, πλεονεκτεῖν ἐθέλοντά τινας, κατακρίνει δὲ πάντως, καὶ ἐπάρατον ἀποφαίνει τὸν τῆς ἀνομίας ἐργάτην. Οὐκ ἐλέγξει δὲ κατὰ τὴν λαλιάν· καὶ τίνα τρόπον χρὴ ἐννοεῖσθαι, καὶ