Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.317
Not analysed yet
τοῦτο διειπεῖν ἀναγκαῖον. Πλεῖστοι μὲν γὰρ ὅσοι τῶν καθ' ἡμᾶς τοὺς ἐπαινεῖν ἐθέλοντας ἀξιοῦσι τιμῆς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ τοὺς τρόπους, μισθὸν δὲ ὥσπερ τῆς κολακείας αὐτοῖς ἀπονέμουσι τὸ καὶ θεραπεύειν ἔσθ' ὅτε, καὶ τοὺς ὑπ' αὐτοὺς ἐλέγχους συστέλλουσιν. Ἀλλ' οὐ τοῦτο δεδρακότα κατίδοι τις ἂν τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν. Τοιγάρτοι καὶ τοὺς χρηστοεπεῖν ᾑρημένους, οὐ μὴν ἔτι καὶ ἀγαθοὺς ὄντας κατὰ ἀλήθειαν, ἀποτόμοις ἐλέγχοις μεθίστη πολλάκις ἐπί γε τὸ βιοῦν ἑλέσθαι σωφρονέστερον. Προσῄεσαν μὲν γάρ ποτε τῶν καλουμένων Ἡρωδιανῶν τινες, πράκτορες δὲ οὗτοι τελωνῶν, εἶτα δόλον αὐτῷ πικρὸν ἀρτίοντες, ἔφασκον· «Διδάσκαλε, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός. Οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ; Αὐτὸς δὲ πρὸς ταῦτα, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Ἄθρει δὴ οὖν ὅπως διελέγχει κολακεύοντας, καὶ χρηστολογοῦντας ἀποσείεται. Διήλεγξε δὲ, καὶ οὐ κατά γε τὴν λαλιὰν αὐτῶν· οἱ μὲν γὰρ προσεδόκων ἐπαινεθήσεσθαι, τάχα που κατειρωνευόμενοι μὲν, πλὴν εὐφυᾶ καὶ στωμυλεστάτην ἐπιτηδεύοντες τὴν κομψολογίαν, ὁ δὲ ἀδοκήτως πειράζοντας καὶ ὑποκριτὰς ἐκάλει. Οὐκοῦν οὐ κατὰ τὴν δόξαν κρινεῖ, τουτέστιν, οὐ προσωπολήπτης ἔσται δικαστὴς, οὔτε μὴν ἐλέγξει κατὰ τὴν λαλιάν. Οὐ γὰρ ἀνέξεται, φησὶ, τῶν ἀνόσια μὲν φρονεῖν ᾑρημένων, προσωπεῖον δὲ ὥσπερ ἀπάτης καὶ δόλου περιτιθέντων ἑαυτοῖς τὴν κομψολογίαν. Τοῦτό τοί φησιν ἐναργῶς· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνη τῇ ἡμέρᾳ, τῇ τῆς κρίσεως δηλονότι· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλὰ τότε, φησὶν, ἐρῶ αὐτοῖς· Ἀμὴν, λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς.» Τί δὲ δὴ ἄρα πρὸς τούτοις ὁ ἀπροσωπόληπτος ἐργάζεται δικαστής; Κρινεῖ ταπεινῷ κρίσιν, τουτέστιν, οὐ περιόψεταί τινα τῶν ταπεινῶν, ἀλλ' ὀρθὴν καὶ ἀμώμητον ἐπ' αὐτῷ τὴν κρίσιν ἐξοίσει. Ἐξελέγξει δὲ ὁμοίως τοὺς ταπεινοὺς τῆς γῆς· ὥσπερ γὰρ οὐ τὸ τοῦ πλουσίου πλεονεκτεῖν ἐθέλοντος ἐρυθριάσει πρόσωπον, ἀλλὰ δικαίαν ἐπὶ τῷ ταπεινῷ ποιήσεται κρίσιν· οὕτω κἂν εἴ τις, φησὶ, τῶν ἐν ὑφέσει καὶ σμικροπρεπείᾳ τῇ κατὰ τὸν βίον, ἔξω τῶν θείων φέροιτο νόμων, καὶ τοῖς τῆς ἀδικίας ἐγκλήμασιν ἑαυτὸν ἀνιεὶς ἁλίσκοιτο, φησὶν, ἐλεγχθήσεται καὶ οὗτος. Γέγραπται γὰρ, ὅτι «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ὥσπερ γὰρ τὸν ἐν πλούτῳ, καὶ ὑπεροχῇ, καὶ μέντοι καὶ δυναστείαις οὐκ ἀπαλλάξει τῶν αἰτιαμάτων τὸ περιφανὲς, εἰ ἐπί τισι τῶν ἐκτόπων καταγινώσκοιτο, οὕτως οὐκ ἐλευθερώσει τοῦ εἶναι πονηρὸν τὸ ἐν ὑφέσει καὶ ταπεινότητι σμικροπρεπὲς, οὔτε μὴν ἀπαλλάξει τοῦ κολάζεσθαι δεῖν τὸν τῇ πτωχείᾳ κατηχθισμένον, καὶ τὸν ἀπευκτὸν καὶ τρισάθλιον ἀμείβοντα βίον. Προσεπ-