Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.32
Not analysed yet
καὶ δυσαπόνιπτον ἔχειν τὴν ἁμαρτίαν. Καὶ μάλα ὀρθῶς εἰρήσεται πρὸς ἡμῶν·» Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Ἀκούσατε λόγον Κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστὶν, τὰς Νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Καταπτοήσας ἀρκούντως ταῖς τῶν ἐσομένων ἀπειλαῖς, καὶ προσαγορεύσας αὐτοῖς τὰ πάντη τε καὶ πάντως ἐσόμενα κατὰ καιροὺς, εἰ μὴ ἕλοιντο φρονεῖν τε ὁμοῦ τὰ ἀμείνω καὶ δρᾷν, καὶ τοῖς θείοις νόμοις, μεθίστησι τὸν λόγον ἐπὶ καιροῦ, καὶ εἰσηγεῖται τὸ χρήσιμον, ἵνα τὰ βελτίω φρονεῖν ᾑρημένοι, τῆς ἐπηρτημένης αὐτοῖς ἀπαλλάττοιντο δίκης. Ἐμπαροινήσαντες γὰρ ἐν Χριστῷ, διολώλασιν οἱ ἐξ Ἰσραὴλ, πεσεῖν τε πρὸς τοῦτο φαμὲν αὐτοὺς, διὰ τὴν τῶν καθηγεῖσθαι λαχόντων ἀνοσιότητα. Καίτοι γὰρ ἐπεγνωκότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, ἀπεκτόνασιν αὐτόν. Ἤθελον γὰρ ἴδιον ποιεῖσθαι κλῆρον τὸν ἀμπελῶνα αὐτοῦ. Ὅτι δὲ ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀκολουθῶν, τῆς εἰς Χριστὸν ἐλπίδος διημάρτηκεν ὁ ἀπόπληκτος Ἰσραὴλ πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ φωνῆς προφητῶν. «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας.» Καὶ πάλιν· «Ὅτι ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν, διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.» Ἠφρονεύσαντο γὰρ οἱ ποιμένες ἀληθῶς, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς ὀλέθρου γεγόνασιν ἀφορμή. Καίτοι πῶς οὐκ ἔδει μᾶλλον αὐτοὺς ὡς διὰ νόμου καὶ προφητῶν τὸ Χριστοῦ μυστήριον μάλα πεπαιδευμένους, ὁδὸν γενέσθαι τοῖς ἄλλοις ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ; Ἀλλ' ἢ φησὶν ὁ Σωτὴρ, δόξαν παρὰ ἀνθρώπου ἐλάμβανον, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου τοῦ Θεοῦ οὐκ ἐζήτουν. Εἰ γὰρ ἐπίστευον Μωσῇ, ἐπίστευον ἂν αὐτῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Γεγόνασι τοίνυν τυφλοὶ καὶ τυφλῶν ὁδηγοί. Ταύτῃ τοι καὶ διωλισθήκασι, καὶ εἰς τοὺς τῆς ἀπωλείας πεπτώκασι βόθρους. Τί οὖν ὁ προφήτης ἀγαθαῖς αὐτοὺς νουθεσίαις μετασκευάζειν πειρᾶται· πρὸς τὸ δεῖν ἑλέσθαι τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τοῦ Σωτῆρος πειρᾶσθαι λόγοις. Ἀναμίσγει δὲ χρη-