Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.33
Not analysed yet
σίμως ταῖς εἰς τοῦτο νουθεσίαις τὴν ἐπίπληξιν, μονονουχὶ ποικίλως ἐσκευασμένῳ φαρμάκῳ, τὰ τῆς ἐν αὐτοῖς δυσβουλίας θεραπεύων τραύματα. Ταύτῃ τοι, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ἀκούεις ὅπως δήμοις καὶ ἄρχουσι τὴν ἐξ ἀγάπης ὁμοῦ καὶ θεοφιλοῦς φρονήματος ἐπιφέρει ῥάβδον, καὶ πλήττει πολὺ νοσοῦντας τὸ ἀπειθές. Πόλεσι δὲ ταῖς δυσσεβεστάταις παρεικάζει τὴν Ἱερουσαλὴμ, ὡς πλείστης μὲν ὅσης ἀνάμεστον ἁμαρτίας, καὶ ὡς οὐδένα παντελῶς ἔχουσαν ἐν ἑαυτῇ . . . . . . . . . . . . . . . . . . . . . . . . . ἐβουλεύετο μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὰς τῶν Σοδομιτῶν κατεμπρῆσαι πόλεις, καὶ ἀνεκοινώσατο τὸ χρῆμα τῷ Ἀβραάμ; ὁ δὲ πρὸς αὐτόν. «Μὴ ἀπολέσῃς δίκαιον μετ' ἀσεβοῦς; καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;» Ἐπηγγέλλετο δὲ Θεὸς, εἰ εὑρεθεῖεν ἐν Σοδόμοις δέκα δίκαιοι, τῆς ἐπ' αὐτοῖς καταπλήξειν ὀργῆς. Ἀλλ' οὐκ ηὕρηνται. Τοιγάρτοι καὶ ἐκτετίκασι, τὰς τοῖς ἑαυτῶν δυσσεβήμασιν ἰσομέτρους δίκας. Τοιαύτη τις ἦν ἡ κυριοκτόνος Ἱερουσαλὴμ πολλὴν ἔχουσα τῶν δικαίων τὴν σπάνιν. Καὶ γοῦν ἐλιπάρει μὲν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς. Ἔφη δὲ Θεός· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὅτι τοίνυν, ῥυπῶσά τε, καὶ τοῖς ἐν φαυλότητος μολυσμοῖς πολυτρόπως κεκηλιδωμένη, καὶ πολλὴν ἔχουσα τῶν ἁγίων τὴν σπάνιν, Σόδομά τε αὐτὴν καὶ Γομόῤῥα καλεῖ, λαοῖς τε καὶ ἡγουμένοις, τῆς Σοδομιτῶν ἀκαθαρσίας ἐπιφέρει τὸν μῶμον. Τί δὲ δὴ καί φησιν; ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γομόῤῥας. Ἀνανήψατε, φησὶν, βραχύ. Καὶ ταῖς τοῦ πανσόφου Μωσέως φωναῖς, τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἐνιδόντες, τὸ Χριστοῦ νοεῖτε μυστήριον. Ἔφη γὰρ ὁ Μωσῆς· «Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.» Ἀκούσατε τοίνυν λόγον Κυρίου, προσέχετε τὸν τοῦ Θεοῦ νόμον· τοῦτ' ἔστι, νοήσατε καὶ αὐτοὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δύναμιν. Τοῦτο προστέταχεν ὁ Μωσῆς; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ τῶν νομικῶν θεσπισμάτων τὸ πέρας εἰς τὸ ἐπ' αὐτῷ βλέπει μυστήριον. Ἀλλ' οἴεσθε, φησὶν, εὐαρεστεῖν τῷ Θεῷ, διὰ τοῦ πληροῦν ἐθέλειν τὰ ἐν τύποις καὶ σκιαῖς. Ἀκούσατε λέγοντος τοῦ καὶ αὐτὸν ὑμῖν τὸν πάλαι λαλήσαντος νόμον. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος. Πλήρης εἰμί. Εἰ μὲν γὰρ ὡς δεομένῳ προσάγετε, πεπλάνησθε τοῦ εἰκότος, σοφοῦ τε καὶ ἀληθοῦς διημαρτήκατε λογισμοῦ. Ἐνδεῖ γὰρ ὅλως οὐδὲν τῇ τὰ πάντα πληρούσῃ φύσει, ὅτι αὐτῆς τὰ πάντα, καὶ παρ' αὐτῆς τοῖς ἄλλοις. «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες.» Πρέποι ἂν λέγεσθαι τῇ φύσει κτίσει. Ἀπέχω γὰρ νῦν, φησὶν, καὶ πεπλήρωμαι, καὶ οὐκ ἂν ἑλοίμην ἔτι τὰς παρ' αὐτῶν θυσίας. Ὀνή-