Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.340
Not analysed yet
τέλεκεν οὕτω ξηρὰς, ὡς διαπορεύεσθαι αὐτὰς ἐν ὑποδήμασι. Τότε δὴ, τότε, φησὶν, ἔσται δίοδος ἐν Αἰγύπτῳ τῷ καταλειφθέντι μου λαῷ. Καὶ ποῖος οὗτος ἦν; Οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, περὶ ὧν καὶ ὁ προφήτης Ἡσαΐας· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ἀπαρχὴ δὲ ὥσπερ τοῦ καταλείμματος οἱ μακάριοι μαθηταὶ καὶ οἱ σὺν αὐτοῖς, ὧν εἷς γέγονε καὶ ὁ θεσπέσιος Μάρκος. Ἀλλὰ καὶ ἔσται, φησὶν, ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τοῦτ' ἔστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, τὸν θεῖόν τε καὶ οὐράνιον λόγον τοῖς ἐν Αἰγύπτῳ διακηρύξαντες, ἡσθήσονται λίαν, καθάπερ ἀμέλει καὶ κατ' ἐκείνην ἥσθησαν τὴν ἡμέραν, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου. Πάλιν μὲν γὰρ αὐτοὶ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπεκομίζοντο. Κηρυγμάτων δὲ τῶν θείων ἱερουργοὶ γεγονότες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ταμίαι γνήσιοι, οὐ σαρκικῆς δουλείας ἀπήλλαττον Αἰγυπτίους, ἀλλὰ τῆς τοῦ διαβόλου χειρὸς ἐξελόντες ἐλευθέρους ἀπετέλουν. Καὶ μεσιτεύοντος τοῦ μὲν [τοῦ] πανσόφου Μωσέως, ὁ ποταμὸς εἰς αἷμα μετεσκευάζετο· νυνὶ δὲ γέγονεν αὐτοῖς ἐν Χριστῷ τὸ ὕδωρ σωτήριον. Σεσώσμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος. Κατεπνίγοντο τότε τῇ Ἐρυθρᾷ θαλάσσῃ προσβεβληκότες οἱ διώκοντες τὸν Ἰσραήλ· ἐδιδάχθησαν δὲ διὰ τῶν ἁγίων ἀποστόλων, τὸν τοῦ παρόντος διανήχεσθαι βίου κλύδωνα, καὶ κυμάτων ἀμείνους ὁρᾶσθαι κοσμικῶν· ἐπέπιπτεν αὐτοῖς ἡ χάλαζα τότε δεινὴ καὶ ῥαγδαιοτάτη. Ἐπειδὴ δὲ μεμυσταγώγηνται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ὑετὸς αὐτοῖς ὁ θεῖος εἰς νοῦν καταβέβηκεν, ἐγκάρπους ἀποτελῶν. Βαθὺς καὶ τριήμερος ἐπενήνεκται σκότος· ἀλλὰ γεγόνασιν ἐν φωτί. Τεθρηνήκασι τὰ πρωτότοκα· ἀλλὰ σέσωκεν αὐτοὺς ἐκ θανάτου καὶ φθορᾶς ὁ Πρωτότοκος ἐκ νεκρῶν, τοῦτ' ἔστι, Χριστός. Ἐπ' οὖν τούτοις ἅπασι χαίρειν ἦν ἀκόλουθον τοὺς ἐξ Ἰσραὴλ, ὡς ὅτε ἐξῆλθον αὐτοὶ ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ, καὶ ἠλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ἀνασεσῶσθαι λέγων τοὺς ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τοὺς ὅτι μάλιστα τῶν ἄλλων δεισιδαιμονεστάτους, εἰκότως αὐτοὺς δοξολογοῦντας εἰσφέρει. Τοῦ γὰρ ἀπηλλάχθαι μὲν ὁλοτρόπως τῆς πρώτης τε καὶ ἐν ἀρχαῖς ἐνούσης αὐτοῖς ἀμαθίας, μεταφοιτῆσαι δὲ λοιπὸν εἴς γε τὸ ἑλέσθαι φρονεῖν τὰ αὐτῷ δοκοῦντα καὶ μόνῳ τῷ διασώσαντι Θεῷ, γένοιτ' ἂν ἀνάδειξις ἐναργὴς, τὸ ἐπείγεσθαι δοξολογεῖν, καὶ καθάπερ τινὰ θυσίαν πνευματικὴν προσκομίζειν αὐτῷ τὰς εὐχαριστίας. Οὐκοῦν κατ' ἐκεῖνο, φησὶ, τοῦ καιροῦ, καθ' ὃν ἂν γένοιτο δίοδος ἐν Αἰγύπτῳ, τοῦτ' ἔστι, τοῖς τὸν εὐαγγελικὸν καὶ σωτήριον πρεσβεύουσι λόγον, Σὺ, φησὶν, ὁ ἐν σκότῳ πάλαι βαθεῖ, καὶ πικρὸς εἰδωλολάτρης ὁ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκεχωσμένος, ὅταν τοῖς