Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.337
Not analysed yet
μυσταγωγοὶ καὶ διδάσκαλοι κατὰ καιροὺς ἀναδεδειγμένοι. Τίνα δὴ τρόπον καὶ τοῦτο κατώρθωται, διειπεῖν ἀναγκαῖον, τὸν τῆς ἱστορίας κατευρύνοντας λόγον. Πρὶν μὲν γὰρ τὰ Ῥωμαίων κατὰ πάντων ἰσχῦσαι κράτη, χώρας τε ἑκάστης ἴδιον ἐχούσης τὸν ἡγούμενον, ἤτοι βασιλεύοντα, πολλή τις ἦν τοῖς ἔθνεσιν ἡ διαφορά· τοῦτο μὲν ὅτι καὶ τὸ τῆς θρησκείας ἑτεροῖον ἀνακαίεσθαι μεταξὺ τὴν ἔχθραν ἐποιεῖτο, τοῦτο δὲ ὅτι καταληΐζεσθαι τοῖς ἐθέλουσιν ἐξῆν τὸν ἐκ τῆς ἑτέρας, ἐπιτιμῶντος οὐδενός. Ἦν οὖν ἀμιξία πρὸς ἄλληλα πλείστη τέως τοῖς ἔθνεσι, καὶ τὸ ἁλῶναί τισι τῆς ἑτέρων χώρας εἴσω γεγονόσιν οὐκ ἀζήμιον. Ἐπειδὴ δὲ ἴσχυσε κατὰ πάντων ἡ Ῥωμαίων ἀρχὴ, καὶ ὑφ' ἕνα γεγόνασι τὸν ἡγούμενον, νόμοις τοῖς παρ' αὐτῶν διαβιοῦν ἐδιδάχθησαν, ἐπιμιξίαι τε λοιπὸν αἱ πρὸς ἄλληλα τῶν ἐθνῶν γεγόνασιν ἀδεεῖς, καὶ πολλὴ κεκράτηκεν ἡμερότης· τότε δὴ, τότε τοῖς εὐαγγελιζομένοις τὸν Ἰησοῦν γέγονε δίοδος, ἤτοι ὁδὸς, τοῦ καὶ ἐν Αἰγύπτῳ δύνασθαι παρελθεῖν. Εἷλεν δὲ τίνα τρόπον τὴν Αἰγυπτίων ὁ Αὔγουστος Καῖσαρ, ὁ προφητικὸς ἡμῖν διερμηνεύει λόγος. Ὁ μὲν γὰρ τῆς Αἰγύπτου ποταμὸς εὐρύς τε καὶ πολὺς, καὶ πλημμυρῶν κατὰ καιροὺς, δι' ἑπτὰ στομάτων ἔρχεται, ἁλὶ τῇ γείτονι τὸ νᾶμα δωρούμενος· γεγονώς γε μὴν ἐν τοῖς μέρεσι τῶν ἑλείων ἀνδρῶν, λίμνας ἀποτελεῖ μακρὰς καὶ εὐρείας, καὶ ἅπασαν αὐτῶν ἐπικλύζει τὴν γῆν, ὥστε καὶ ναυσίπορον εἶναι τὴν πυροφόρον. Ὡς οὖν ὁ Αὔγουστος Καῖσαρ τῆς Ἰουδαίας κεκρατηκὼς ἧκεν εἰς τὴν Αἰγυπτίων, ᾤοντο μὲν οἱ ταύτης οἰκήτορες, ὅτι κἂν εἰ ἕλοιντο κατηρεμεῖν, ἀποσχέσθαι τε πολέμου καὶ ὅπλων, ἄληπτον ἐκείνῳ τὴν χώραν ἐργάσεται τὸ διεζῶσθαι λίμναις τε καὶ ποταμοῖς. Ἐπειδὴ δὲ τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τοῖς Ῥωμαίων σκήπτροις ὑποφέρειν ἐδόκει καὶ αὐτὴν μετὰ τῶν ἄλλων τὴν Αἰγυπτίων, ἀνέμῳ νότῳ βιαιοτάτῳ τὸ τοῦ ποταμοῦ κατωθήσας ὕδωρ ἐπὶ τὴν θάλασσαν, βάσιμον ἅπασαν ἐτίθει τὴν χώραν, ὥστε τοὺς διαπεραιοῦσθαι θέλοντας λίμνας τε καὶ αὐτὰς δὲ τὰς φάραγγας, ἤτοι τὰ ἑπτὰ στόματα τοῦ ποταμοῦ, μηδ', ὅσον εἰπεῖν, ἀπολῦσαι τοῦ ποδὸς τὸ ὑπόδημα. Καταλειαίνοντος τοίνυν τοῦ Θεοῦ τὴν πάροδον τῇ Ῥωμαίων στρατιᾷ, νενίκηνται τὰ Αἰγυπτίων. Τοῦτο πάλιν ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· «Τάδε λέγει Κύριος Σαβαὼθ, Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ.» —Ἐξερημώσει τοίνυν, φησὶ, Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ, καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Καὶ ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ. Χειρὸς γὰρ ἔργον, ἤτοι δυνάμεως τῆς θείας, γενέσθαι φαμὲν τοῦ βιαιοτάτου πνεύματος τὴν κατὰ τῶν ὑδάτων ἐπαγωγήν. Ἐπάταξε γὰρ τὰς ἑπτὰ φάραγγας, τοῦτ' ἔστι, τὰ στόματα, καὶ ἀποτε-