Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.344
Not analysed yet
γὰρ, ἔδει τοὺς ἐκ σκότους δραμόντας πρὸς τὸ φῶς, τοὺς ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν κεκλημένους τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ μὴ ἀμοιρῆσαι παιδαγωγίας καὶ λόγου τοῦ κατευφραίνοντος, καὶ συνέχειν αὐτοὺς ἰσχύοντος πρὸς εὐσέβειαν. «Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται,» φησὶν, «ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ὕδωρ μὲν οὖν ἀποκαλεῖ τὸν ζωοποιὸν τοῦ Θεοῦ, λόγον· πηγὰς δὲ τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, προσθείην δι' ἂν ὅτι καὶ αὐτοὺς τοὺς προφήτας· Σωτήριον δὲ τὸν Χριστόν. Ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ ταῖς εἰς πίστιν ὁμολογίαις ἐμὲ τὸν φύσει καὶ τὸν ὅλων Θεὸν εὐφραίνοντες, ἀντικομιεῖσθε θείαν τε καὶ πνευματικὴν εὐφροσύνην, ἀρυόμενοι τὸν λόγον τὸν εἰς τοῦτο ὑμᾶς συνέχειν ἰσχύοντα ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, τοῦτ' ἔστι, Χριστοῦ. Αὐτὸς γὰρ ἀνέδειξε τοὺς ἁγίους ἀποστόλους· περὶ ὧν καὶ ὁ μακάριος ψάλλει Δαβίδ· «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης.» Πηγαὶ μὲν γὰρ ὑδάτων εἰσὶν οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἀναβρύοντες λόγους. Εἰσὶ δὲ ὁμοίως καὶ θεμέλια τοῦ κόσμου. Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς, ὃς καὶ τεθεῖσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια τῆς Σιὼν, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ ἐπερηρείσμεθα καὶ διὰ πίστεως ἐποικοδομούμεθα οἶκος πνευματικὸς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ' αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, εἶεν ἂν ὀνομάζοιντό τε καὶ σφόδρα εἰκότως οἱ διακηρύττοντες αὐτὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἀνέχουσι γὰρ ἡμᾶς τὰ αὐτῶν συγγράμματα πρὸς ἑδραιότητα καὶ βεβαίωσιν τὴν ἐν πίστει τε καὶ ἀληθείᾳ. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Ὦ παραδόξου πράγματος. Ὁ ἀρτίως μυσταγωγούμενος, εἶτα περιτυχὼν ταῖς τοῦ Σωτηρίου πηγαῖς καὶ τὸ ζωαρκὲς ἀρυσάμενος νᾶμα, τοσαύτην ὁρᾶται προσειληφὼς τὴν ἐπίδοσιν, τὴν εἴς γε φημὶ τὸ εἶναι πιστὸς καὶ γνήσιος, ὥστε καὶ ἀποστολικὴν εὐθὺς ἐνδείκνυται λειτουργίαν. Καὶ οὐχ ὅπως αὐτὸς δοξολογεῖν ἐπείγετο μόνος, ἀλλ' ἤδη καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο δρᾷν ἐπιτάττει λέγων· Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Καὶ τίσιν ἄρα προστάττει βοᾷν, ἐναργὲς καθίστησιν ἐπιλέγων εὐθύς· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Μὴ γὰρ δὴ λανθανέτω, φησὶ, τοῦ Σωτῆρος ἡ δόξα, ἅπασιν ἔστω καταφανὴς ἡ θεοπρεπὴς αὐτοῦ δύναμίς τε καὶ ἐξουσία. Σέσωκε μὲν ἀμνησικάκως· καθεῖλεν ἄμαχον τυραννίδα τὴν τοῦ διαβόλου καὶ τῶν δαιμονίων· ἐλυτρώσατο τοὺς ἠπατημένους· ἠλευθέρωσε τοὺς ἐν αἰχμαλωσίᾳ· εὐηγγελίσατο τυφλοῖς ἀνάβλεψιν.