Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.345
Not analysed yet
Δεδικαίωκε διὰ πίστεως, ἡγίασε διὰ τοῦ Πνεύματος, υἱοὺς ἀπέφηνε Θεοῦ τοὺς πάλαι δραπέτας καὶ τὴν ἀκλεᾶ καὶ ἐπάρατον διαβιοῦντας ζωήν. Πεπληροφόρηκε διὰ πραγμάτων ὅτι φύσει τε καὶ ἀληθῶς ἐστι Θεός. Ἤγειρε νεκροὺς, καθαροὺς ἀπέφηνε τοὺς ἐν λέπρᾳ. Τεθεράπευκε νεύμασι τοὺς ἐν ἀῤῥωστίαις· ἀνέκοψε πνευμάτων ὁρμάς. Δεδυσώπηκε θάλασσαν ἀγρίαν οὖσαν. Οὐκοῦν ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, καὶ διὰ μνήμης ποιεῖσθε πολλῆς, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑψηλὰ γὰρ ἐποίησεν. Καὶ γάρ ἐστιν ἀληθῶς ὑπὲρ ἀνθρώπου χεῖρα, μᾶλλον δὲ καὶ παντὸς ἐπέκεινα θαύματος τὰ κατωρθωμένα. Ἀγαλλιᾶσθε δὴ οὖν καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, τοῦτ' ἔστιν, οἱ ἑδραίαν ἔχοντες τὴν πίστιν ἐν Ἐκκλησίαις· ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ ἐν δούλου μορφῇ καθίκετο δι' ἡμᾶς οἰκονομικῶς, ἀλλ' οὖν ἐκ τῶν ἀποτελεσμάτων, καὶ τῆς τῶν ἔργων λαμπρότητος, ὑψώθη θεοπρεπῶς· καὶ τίς κατὰ φύσιν ἐστὶν, ἐγνώκαμεν. ΤΟΜΟΣ Βʹ. Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος. Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ· ἱστορικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις. Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· «Τί ἡ ἠγαπημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;» Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβί-