Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.361
Not analysed yet
νοι, εἰσκεκόμικε γείτονα τὴν κατὰ Βαβυλῶνος ὅρασιν μονονουχὶ τῶν ἀκροωμένων τὸν νοῦν καταθήγων ἐπὶ τό γε χρῆναι νοεῖν, καὶ πνευματικῶς τὰ ἱστορικῶς γεγονότα, κατά τε αὐτῆς Βαβυλῶνος, καὶ μὴν καὶ καθ' ὅλης τῆς Ἀσσυρίων γῆς. Κατέληξε δὴ οὖν οὐδέπω ποτὲ πολυτρόπως ἐπιβουλεύων τοῖς Θεῷ δουλεύουσιν ὁ δράκων ὁ ἀποστάτης, ἔγκειται δὲ καὶ μάλα νεανικῶς, εἰς τὸ αὐτῷ δοκοῦν ἀεὶ καταστρέφων, καὶ ἀποφέρει πλειστάκις, οἷά περ αἰχμαλώτους ἑλὼν, καὶ τοῖς τῶν παθῶν ἐνίησι βόθροις, δουλείας δὲ ὥσπερ αὐτοῖς ἐπιτιθεὶς δεινόν τε καὶ ἀνεξήτητον ζυγὸν καταγαυριᾷ τῶν εἰλημμένων, καὶ ἀλαζονεύεται, καθάπερ ἀμέλει καὶ οἱ τῶν Ἀσσυρίων κατὰ καιροὺς βεβασιλευκότες ἐπέχαιρον τοῖς ἐξ Ἰσραὴλ, ὅτι γῆς τῆς αὐτῶν ἔξω γεγονότες καὶ πόλεως τῆς ἁγίας δεδουλεύκασι τοῖς ἀλλογενέσιν. Ἀλλ' οὐ μέχρι παντὸς ἡ τοῦ διαβόλου τυραννὶς κατήσχυσε τῶν διηρπασμένων. Ἐγήγερται γὰρ τὸ τοῦ Σωτῆρος σημεῖον, τοῦτ' ἔστιν, ἐπινικίους ᾠδὰς ἀνατεθείκαμεν τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν νικήσαντι· πεποιήμεθα δὲ καὶ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογησίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δῆλον δὲ ὅτι τῶν ἁγίων, οἷς ἡ μάχη καὶ ὁ πόλεμος οὐ πρὸς αἷμα καὶ σάρκας, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Οἳ καὶ ἀντετάξαντο καὶ νενικήκασιν, κρατοῦσι δὲ καὶ εἰς δεῦρο, καὶ τὸ τῶν ἀντικειμένων δυνάμεων ἐκπολιορκοῦσι στίφος, καὶ οἷά τινα πόλιν τὴν εἰδωλολατρείαν ἐκπεπορθήκασι, τὴν πάλαι δεινὴν καὶ ἀχείρωτον. Κατευμεγεθοῦσι δὲ τῶν ἀνθεστηκότων οἱονεὶ στρατηγοῦντος Χριστοῦ, καὶ συνασπιζόντων ἀγίων ἀγγέλων, ὥστε καὶ εὐαριθμήτους εἶναι παντελῶς τοὺς τὰ ἐκείνων ἔτι σέβοντας κράτη, εἶναι δὲ αὐτοὺς οἰκτροὺς καὶ ἀνάνδρους καὶ περιδεεῖς, καὶ ἀπειρηκότας παντελῶς τὴν ἀντίστασιν, τὴν πρός γέ φημι τοὺς Χριστῷ δουλεύοντας. Ἐπιτρέχων δὲ τὴν ὅρασιν καὶ τῶν προκειμένων τὰ καθεξῆς, τοιαύτης τινὸς θεωρίας πνευματικῆς συλλεγέτω γνῶσιν πᾶς εἴ τίς ἐστι νουνεχὴς, συνιέναι τε δυνάμενος παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἰδοὺ ἐγὼ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Καὶ ἔσται Βαβυλὼν, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον· οὐδ' οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδ' οὐ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες, οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ. Φανερωτάτην ἐν τούτοις ποιεῖται λοιπὸν τοῦ πολέμου τὴν προαγόρευσιν, καὶ ὥσπερ τι κατασκίασμα τοῖς λόγοις ἐπεῤῥιμμένον τὴν ἀσάφειαν περιελὼν, γυμνὴν καὶ ἀναφανδὸν καὶ οἷον ἐν ὄψει τίθησι τὴν ὅσον οὐδέπω παρεσομένην συμφοράν. Ἥξουσι γὰρ ἥξουσι οἱ Μῆδοι, φησὶν, οὐ χρημάτων ἡττώμενοι καὶ δωροδοκίας τῆς παρ' ὑμῶν οὐ πεφρο-