Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.360
Not analysed yet
γον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. Εὐαριθμήτους κομιδῇ τοὺς περιλειφθέντας ἔσεσθαί φησι, πλὴν καὶ αὐτοὺς ἀνάνδρους τε καὶ ἀφιλομαχωτάτους, καὶ δειλίας εἰς τοῦτο κατεῤῥαγμένους, ὡς οὐδὲν ἕτερον ἑλέσθαι δρᾷν, πλὴν ὅτι μόνον τὸ φεύγειν, ἐν ἴσῳ δορκάδι, καὶ τὸ ἀτίμως σώζεσθαί φησιν, καὶ ἀπειπεῖν εἰς ἅπαν τὸ κἂν γοῦν ἀνταναστῆναι μόνον ταῖς τῶν πολεμίων συμφοραῖς. Ὅτι δὲ ἀνεπιστάτητοί τε καὶ ἄναρχοι μενοῦσι, καίπερ ὄντες ἀριθμῷ βραχεῖς, ὑπεμφαίνει λέγων, ὡς πρόβατον ἔσεσθαι πλανώμενον, καὶ τῆς τοῦ ποιμαίνοντος ἐπιεικείας ἐστερημένον, καὶ ἔξω που νομῆς ἰὸν, ὡς καὶ σηκῶν τῶν κατειθισμένων ἑλέσθαι μακράν. Οὐ γὰρ ἔσται, φησὶν, ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τὸ δὲ, διῶξαι, φησὶν ἀντὶ τοῦ ἐπειχθῆναι, καίτοι φίλον ἅπασιν ἡ χώρα, καὶ πατρῴων ἐνδιαιτημάτων ἄμεινον οὐδέν. Ἀλλὰ καὶ τῶν οὕτως αὐτοῖς φιλαιτάτων ἡ στέρησις ἡδεῖα, φησὶ, διάτοι τὸ πάντα τὸν ἁλισκόμενον παραχρῆμά τε διόλλυσθαι . . . . . . συμβήσεσθαι δέ τι καὶ ἕτερον τῶν ὅτι μάλιστα πεφυκότων ἀνιᾷν ὁ προφητικὸς διισχυρίζεται λόγος. Τὰ γὰρ τέκνα αὐτῶν, φησὶν, ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι. Τί δ' ἂν γένοιτο τοῖς γεγεννηκόσι δυσαχθέστερον τῆς τῶν τέκνων σφαγῆς; ἢ πῶς οὐχ ἁπάσης αἰκίας δυσφορητότερον, τὸ ἰδεῖν μὲν οἴκους διηρπασμένους, σεμνότητα δὲ γυναίων ἀδικουμένην, καὶ ταῖς τῶν κεκρατηκότων ἀσελγείαις ὑπενηνεγμένην; Μέμνηταί που καὶ ὁ μακάριος ψαλμῳδὸς τοιούτου τινός. Ποιούμενος γὰρ τοὺς λόγους περὶ τῆς Βαβυλωνίων· «Μακάριος,» φησὶν, «ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς τῇ τῶν Ἀσσυρίων συμβέβηκε χώρᾳ, καὶ ταῖς ἐν αὐτῇ πόλεσί τε καὶ χώραις, ὅτι καὶ πάντες εἰδωλολάτραι καὶ ἀλαζόνες οὐ φορητῶς, καὶ θεομάχοι δεινῶς, καὶ μάγου τέχνης ἐπιστήμονες. Αὐτοὶ δὲ καὶ τὴν ἁγίαν πεπορθήκασι πόλιν, καὶ τὸν τοῦ Θεοῦ κλῆρον καταδῃώσαντες, τοῦτ' ἔστι, τὸν Ἰσραὴλ, ἐν τῇ τῶν δορυκτήτων μοίρᾳ πεποιημένοι, τὸν ἀσυνήθη τῆς δουλείας αὐτοῖς ἐπέθηκαν ζυγόν. Καὶ στήσεται μὲν ὁ περὶ τούτων λόγος, οὐκ ἔν γε τοῖς κατὰ μόνην τὴν ἱστορίαν, καὶ τοῖς ἐμφανῶς γεγονόσιν· ἔξεστι δὲ μᾶλλον τοῖς ἐθέλουσι νοεῖν καὶ πνευματικῶς, εἰ δὴ μετατάττοιεν εὐφυῶς τῶν γεγονότων τὴν δύναμιν, ἐπί τε αὐτὸν τὸν ἁπάσης τῆς φαυλότητος εὑρέτην, τὸν θεοστυγῆ τε καὶ ἀπηνέστατον, φημὶ δὴ τὸν Σατανᾶν, μάλισθ' ὅτι τῆς προφητείας ὁ λόγος τὸ Χριστοῦ μυστήριον προσενεγκὼν, καὶ τὴν ἐπ' αὐτῷ προσαγόρευσιν εὖ μάλα πεποιημέ-