Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.368
Not analysed yet
πευταὶ, οἱ θεοὺς ἐπιγραφόμενοι πολλοὺς καὶ ἀναριθμήτους πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ δούλας, ἔσονται δὲ καὶ αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ γὰρ αἰχμάλωτον λαβόντες τὸν Ἰσραὴλ, συνανακομισθέντες αὐτῷ· καὶ ἀφιγμένοι, φησὶν, εἰς τὴν Ἰουδαίαν, τοῖς τοῦ νόμου ζυγοῖς ὑποθήσουσι τὸν αὐχένα, καὶ οἷον καλὴν καὶ σωτήριον ὑπομείναντες τὴν αἰχμαλωσίαν, Κύριον καὶ Θεὸν ἐπιγράψονται τὸν τῶν ὅλων Δημιουργόν. Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσονται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς ᾑρηκότων. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ' ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρτημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πικρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ' ἠλέησεν ὡς ἠδικημένους ὁ πάντων Δημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυρίου, τοῦτ' ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ' ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ' ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας. Οἱ δὲ πρὶν ὑπὸ χεῖρα καὶ αἰχμαλώτους ἔχοντες, τοῦτ' ἔστιν οἱ τῶν δαιμονίων θεραπευταὶ, καὶ τὰ ἐκείνων διδάσκοντες ἔθη, καὶ σαγηνεύοντες εἰς ἀπώλειαν, αἰχμάλωτοι γεγόνασι, τοῦτ' ἔστι, νενίκηνται τοῖς κηρύγμασι τῶν ἁγίων ἀποστόλων, καὶ ὑπὸ Χριστῷ πεπράχασι· κατεκυρίευσε γὰρ αὐτῶν προσηκαμένων δηλονότι τὴν πίστιν. Ἀνεπαύσαντο γὰρ καὶ ἐκ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἤδη φθάσαντες δεδουλεύκασι, πρὶν ὑπὸ Κυρίῳ γενέσθαι, καὶ τοῖς ὁπλομάχοις αὐτοῦ. Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, καὶ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. Εἰς τοῦτο σκληρότητος τοῖς Βαβυλωνίοις διελάσαι φησὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καὶ αὐτῷ δὲ τῷ Ναβουχοδονόσορ, ὡς κατοικτείρεσθαι παρ' ἐχθρῶν, καὶ οὓς ἦν εἰκὸς οὐ φορητὰ πεπονθότας μονονουχὶ καὶ ἐπορχεῖσθαι κειμένῳ, τούτους ἐκ περιτροπῆς, καὶ ἐπαλγῆσαι λοιπὸν, καὶ τῷ πλήθει τῶν συμβεβηκότων αὐτοῖς εἰς οἶκτον ἐλθεῖν, ἤγουν καὶ ἑτέρως θρηνῆσαι πεσόντας, καὶ οὐχὶ δὴ πάντω, ἐποικτείροντας, ἐφ-