Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.369
Not analysed yet
ηδομένους δὲ μᾶλλον, καὶ τοῖς παρ' ἐλπίδα κατειλημμένοις ἐπιτωθάζοντας. Ἐξυφαίνει δὲ καὶ τὸν θρῆνον αὐτοῖς ᾆσμά τε δίδωσιν ἐοικὸς τοῖς συμβεβηκόσιν. Ἐρεῖς γὰρ, φησὶ, Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; Τὸ ἀναπέπαυταί φησιν εὐφήμως, ἀντὶ τοῦ, διόλωλέ τε καὶ πέρας ἔχει. Ἀπαιτοῦντα δὲ καὶ ἐπισπουδαστὴν ὀνομάζει τὸν Βαβυλώνιον, ὃς ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐχὶ τοῖς ὁμόροις ἐπετίθει μόνοις τῆς ἑαυτοῦ πλεονεξίας τὸν ζυγὸν, ἀλλὰ γὰρ ἐν ταῖς ἄγαν ἀπῳκισμέναις πόλεσί τε καὶ χώραις τοὺς φορολόγους ἐκπέμπων δασμοὺς ἀπῄτει καὶ τέλη. Θαυμάζουσι τοίνυν πῶς ὁ τοιόσδε πέπαυται, καὶ ἡ πάντα πλεονεκτοῦσα κατέληξε χείρ. Ὅτι δὲ οὐκ ἠγνοήκασι τοῦ πεσεῖν αὐτὸν τὰς αἰτίας καταδεικνῦντες φασί· Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. Ἀκούεις ὅπως ἄρχοντας ὀνομάζει φρόνημα τὸ ἀγέρωχον περιτιθεὶς αὐτοῖς; Ἐπεπήδων γὰρ, ὡς ἔφην, ἅπασιν, ὡς ἔπος εἰπεῖν, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τοῖς ἰδίοις αὐτοὺς ὑποφέροντες ζυγοῖς. Ἄρχειν δὲ ἧν ἔσθ' ὅτε ὁμοῦ καὶ σκοπὸς αὐτοῖς. Ἀλλ' ἐπάταξε, φησὶν, ὁ Θεὸς τὸ ὑπέροφρυ γένος, ἤγουν ἔθνος πατάξας πληγῇ ἀνιάτῳ. Ὁ δὲ πεποιθὼς ἐφ' ἑαυτῷ μέγα καὶ πεφρονηκὼς, καὶ οὐχ ἑκὼν ἀνεπαύσατο, τοῦτ' ἔστιν, οἴχεται πρὸς πέρας τὸ αὐτῷ πρεπωδέστατον, πληγὴν ὑπομείνας ἀνίατον θυμοῦ, φειδοῦς ἁπάσης ἐξῃρημένης. Ἀλλὰ ταυτὶ δὴ φάναι πρέποι ἂν καὶ ἡμᾶς αὐτοὺς, καὶ οἷον ἐπαλαλάζειν τῷ Σατανᾷ, ἀπαιτοῦντι καὶ ἐπισπουδάζοντι, καὶ μάλα πικρῶς. Ἔγκειται γὰρ τῇ ἑκάστου διανοίᾳ, παρατρέπων αὐτὴν τῶν ἀρίστων καὶ ἀγαθῶν σπουδασμάτων τῶν ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ φημὶ, σὺν βίᾳ δὲ ὥσπερ ἀποφέρων ἐπὶ τὸ αὐτῷ δοκοῦν· καὶ οἷόν τις πικρὸς δασμολόγος τὸ εἰς ἁμαρτίαν ἐπιμελὲς παρ' ἑκάστου ζητῶν. Ἀλλὰ συνέτριψεν ὁ Σωτὴρ τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, ἀποβαλὼν μὲν ἐκεῖνον, ὑπενεγκὼν δὲ μᾶλλον ἡμᾶς τοῖς ἑαυτοῦ ζυγοῖς, καὶ πατάξας ἔθνος πληγῇ ἀνιάτῳ. Ἔθνος δὲ ποῖον, ἢ πάντως που τὸ τῶν δαιμονίων, οἷς καὶ ἐπέταττεν εἰς τὴν ἄβυσσον ἀπελθεῖν; καὶ μὴν καὶ αἰκίας τὰς παγχαλέπους ἐπῆγεν· καὶ γοῦν ἀνακεκράγασι λέγοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς.» Πᾶσα ἡ γῆ βοᾷ μετ' εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ Λιβάνου ηὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μέρος τοῦ θρήνου καὶ τοῦτο· καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐφροσύνη γέγονεν ἐν πάσῃ τῇ γῇ, τῆς Ἀσσυρίων πεπορθημένης, καὶ καταλήξαντος τοῦ ἐπισπουδαστοῦ, καὶ παρὰ πάντων αἰτοῦντος τὸ ὑποτάττεσθαι δεῖν αὐτῷ, οὓς καὶ ξύλα τοῦ Λιβάνου ὁ προφητικὸς ὀνομάζει λόγος· τοὺς ἐν ἀρχαῖς που πάντως. καὶ ἐν δυνάμεσι τῶν ἐθνῶν κέδροις παρεικάζων. Πλὴν οἷά τις δρυοτόμος ὁ Ναβουχοδονόσορ κατασείων αὐτοὺς τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς. Αἱ κέδροι τοίνυν, φησὶν, ἐπὶ σοὶ χαίρουσαι φασίν· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Εἰ δὲ δὴ βούλοιτό τις τὸν τοιόνδε λόγον ἐφαρμόσαι μόνοις τοῖς