Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.372
Not analysed yet
ἐξ Ἰσραὴλ, περινοήσει τοιῶσδε. Λίβανος ὄρος ἐστὶ παμμεγεθὲς κατὰ τὴν Φοινίκων γῆν, κέδροις τε καὶ λιβάνοις κατάκομον, δασύ τε καὶ εὔδενδρον· παρεικάζει τοίνυν αὐτὸ πλειστάκις ἡ θεόπνευστος Γραφὴ τῇ τῶν Ἰουδαίων χώρᾳ, διάτοι τὸ πλείστους ἐν αὐτῇ διαπρεπεστάτους εἶναι κατά τε δυναστείαν καὶ δόξαν, εἶναί γε μὴν καὶ ἑτέρους τοῖς τῆς ἱεροσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένους καὶ οἷον εὐοσμοτάτους. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας, Λιβάνῳ μὲν παρεικάζων τὴν Ἰουδαίαν· κέδροις τε δρυσί τε καὶ πίτυσι τοὺς ἐν αὐτῇ. Πυρὶ δὲ παμφάγῳ τὴν Ῥωμαίων στρατείαν, τὴν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὅλην αὐτῶν κατεμπρήσασαν τὴν χώραν. Οὕτω φησί· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Ἔστω τοιγαροῦν Ἰουδαίων ὁ λόγος ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου εὐφραινομένων τε καὶ λεγόντων τῷ Βαβυλωνίῳ καὶ τοῖς ἀμφ' αὐτόν· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ἀστειότατα δὲ σφόδρα μεμένηκε τῇ τοῦ λόγου τροπῇ. Ἐπειδὴ γὰρ ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου γέγονεν ἡ φωνὴ, ταύτῃτοί φασι τὸ, Οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μετὰ γάρ τοι τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, οὐκέτι πρὸς αὐτοὺς ὁ ἐκ τῆς Ἀσσυρίων κεκίνηται πόλεμος. Ἐροῦμεν δὲ καὶ ἡμεῖς εἰκότως τῷ Σατανᾶ, οἱ πάλαι μὲν παρ' ἐκείνου πεπορθημένοι, ἑδραῖον δὲ λοιπὸν ἐσχηκότες ἐν Χριστῷ τὸ φρόνημα, καὶ νοῦν εἰς εὐσέβειαν ἀσφαλῆ, καὶ ἐῤῥιζωμένον, καὶ καρδίαν εὐθαλεστάτην· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ προσωποποιεῖν ἔσθ' ὅτε, καὶ οἷον αὐτοῖς τοῖς πράγμασιν ἐφαρμόζειν φωνὰς, ὁποῖόν ἐστι τὸ, «Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἔθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.» Περιτίθησι μὲν γὰρ τὸν ἐπὶ τῷδε λόγον τῇ Τυρίων πόλει πεπορθημένῃ κατὰ καιροὺς παρὰ τῶν Βαβυλωνίων· φαμὲν δὲ πρέπειν τῇ τῶν πραγμάτων φύσει τὸν λόγον. Οὕτω καὶ ὁ προφήτης Μιχαίας εἰσκεκόμικέ που τὴν Ἱερουσαλὴμ πρὸς τὴν Βαβυλῶνα λέγουσαν· «Μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι. Διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι· ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνη ἡ λέγουσα