Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.376.1
Not analysed yet
ἐστὶ τὸ φῶς τοῦ Ἑωσφόρου, ὡς καὶ ἐν αὐγῇ φαίνεσθαι, καὶ ταῖς ἡλίου βολαῖς γείτονά πως ποιεῖσθαι τὴν ἀνάδειξιν. Παρεικάζει τοίνυν Ἑωσφόρῳ τὸν Βαβυλώνιον, διάτοι τὸ προὔχειν τῶν ἄλλων, καὶ μηδένα κατ' αὐτὸν ὁρᾶσθαι τῶν ἐν ἀρχαῖς τε καὶ βασιλείαις· εἶναι δὲ οὕτω περιφανῆ καὶ περίοπτον, ὡς ἂν νοοῖτο καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἄστροις ὁ Ἑωσφόρος. Ἀλλ' ὁ τοιαύτῃ δόξῃ περιχεόμενος, φησὶν, ὑψοῦ τε ἠρμένος, καὶ ἀνικήτοις εὐκλείαις λελαμπρυσμένος, πῶς ἐξέπεσεν ὡς ἐξ οὐρανοῦ; συνετρίβη δὲ καὶ εἰς τὴν γῆν ὡς ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Τὸ δὲ ἀποστέλλων, ἀντὶ τοῦ κελεύων, φησὶν, ἢ καθ' ἕτερον τρόπον. Ἐδόκει γάρ πως ἀεὶ τοῖς Βαβυλωνίων τυράννοις ἅπαν ἀνθρώπων ἔθνος ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυτῶν, χώρας τε ἁπάσας ὑπὸ ζυγὰ δουλείας ἐλθεῖν. Ἀποστέλλων γοῦν πρὸς πάντα τὰ ἔθνη, βῶλον αἰτοῦντες γῆς, καὶ ὕδωρ εἰς ἄγγος, οἷον ἐκ μέρους ζητοῦντες τὸ πᾶν, γῆν τέ φημι καὶ θάλασσαν, ὡς τῶν ὅλων ὄντες δεσπόται. Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ πρὸς βοῤῥὰν τὰ ὑψηλὰ, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νῦν εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων πᾶσαν τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε. Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. Ἀδοκήτοις αὐτὸν συμφοραῖς ἐναλῶναι φησὶ, καὶ τοῖς παρ' ἐλπίδα παραδόξοις ὡμιληκότα, δι' αὐτῶν καὶ μόλις ἀναμαθεῖν τῶν πραγμάτων, ὅτι τε ἄνθρωπος εἴη, καὶ τοῖς πρὸ αὐτοῦ τεθνεῶσι παραπλήσιος. Ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους ὑπεροψίας, καὶ εἰς φρόνημα τὸ θεομισὲς, καὶ τῆς εἰς ἄκρον ἀλαζονείας ἔμπλεων· Ὀλίγα παραχωρεῖν ἐδόκει σοι, φησὶ, τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασι, βάσιμον ἔσεσθαί σοί πως καὶ αὐτόν που τάχα προσεδόκας τὸν οὐρανὸν, καὶ θρόνοις τοῖς ὑπερτάτοις τὸν σὸν ἁμιλλήσεσθαι θάκον· ἐνόμισας ἀμαθῶς, ἰσόθεος εἶναί τις καὶ ὑπὲρ τὴν κτίσιν· ἐδόκεις ὑπερνεφὴς εἶναί τε, καὶ ἐπ' αὐτῶν ἱζῆσαι τῶν ἄστρων. Ἀλλ' ἥλως εἰκῆ τὰ τοιάδε πεφρονηκώς. Ἤλεγξε τὴν σὴν εἰκαιοβουλίαν τῶν πραγμάτων τὸ πέρας· καταβήσῃ γὰρ εἰς ᾄδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Καὶ ταῦτά φησιν, ἵνα τὸν χῶρον τάχα που σημαίνῃ τὸν κατωτάτω, τοῦτ' ἔστι, τὸ ἐξώτερον σκότος. Ἔσῃ δὲ θαῦμα τοῖς ὁρῶσι, φησὶ, καὶ μάλα εἰκότως. Αἱ γὰρ ἀθρόοι μάλιστα τῶν παρ' ἐλπίδα μεταβολαὶ, καταπλήττουσι τοὺς θεωμένους. Τί δὲ τὸ θαῦμα, καὶ πῶς ἂν γένοιτο λόγος ὁ ἐπ' αὐτῷ· Ἐροῦσι γὰρ, Οὗτος ὁ ἄνθρωπος; παθόντα μόλις ἄνθρωπον ὀνομάζουσι· τάχα που τοῦτο εἰπεῖν δεδιότες πάλαι· Πλὴν οὗτος ὁ ἄνθρωπος, ὁ παροξύνων πᾶσαν τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε; τεθαυμάκασιν εἰκότως, εἰ ἄνθρωπος εἷς ὅλης κατηρέθιστο τῆς ὑπ' οὐρανὸν, κατεδόνησε βασιλεῖς, ἐρήμην ἀπέφηνε τῶν οἰκούντων τὴν οἰκουμένην, κατέσεισε δὲ καὶ τὰς