Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.377
Not analysed yet
πόλεις. Καὶ τί πρὸς τούτοις ἕτερον, Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν; Ἐπεὶ δέ τινα τῶν ἀντιγράφων ἔχει· Τοὺς ἐν ἀπαγωγῇ, εἰ μέν τις οὕτως βούλοιτο νοεῖν, ἐροῦμεν, ὅτι τὸ τῆς ἀπαγωγῆς ὄνομα τὴν αἰχμαλωσίαν καὶ τὴν ἐξανάστασιν τῶν ἐξ Ἰσραὴλ κατασημαίνειεν ἄν. Ἀπεκομίσθησαν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ἀσσυρίων. Εἰ δὲ δὴ τοὺς ἐν ἐπαγωγῇ λέγοι τὸ γράμμα τὸ ἱερὸν, οὐδὲν ἧττον σὺ νοήσεις, ὅτι τοὺς ὄντας ἐν ἐπαγωγῇ θυμοῦ Κυρίου. Ἐπηνέχθη γὰρ αὐτοῖς ὀργὴ διὰ πολλὴν ἁμαρτίαν. Ὁ Ναβουχοδονόσορ οὐκ ἔλυσε, τοῦτ' ἔστιν, οὐκ ἀνῆκε τῆς ταλαιπωρίας. Ἔδει γὰρ, ἔδει τὸν ἀλιτήριον, οὐκ ἀλαζόνα μόνον ὁρᾶσθαι, ἀλλὰ γὰρ καὶ θεομάχον, καὶ πεπορθηκότα τὴν γῆν, καὶ σκληρὸν, καὶ ἀφιλοικτείρμονα, καὶ κατ' οὐδένα τρόπον εἰδότα ἐλεεῖν τοὺς ἐν ἐσχάταις ὄντας συμφοραῖς, καὶ πεπραχότας ἀθλίως. Ἐφαρμόσαι δ' ἄν τις καὶ μάλα εἰκότως τῇ τοῦ πάντα συντρίψαντος κεφαλῇ, φημὶ δὴ τοῦ ἀρχεκάκου δράκοντος, τὰ ἱστορικῶς εἰρημένα. Ἦν μὲν γὰρ ἀπαιτῶν καὶ ἐπισπουδαστὴς, καθ' οὓς ἤδη προείπαμεν τρόπους· πέπαυται δὲ, καὶ ἐκ μέσου γέγονε, καταπαίοντος αὐτὸν τοῦ Θεοῦ πληγῇ θυμῷ ἀνιάτῳ, καὶ κατέληξε κόπτων, οἷά τις δρυοτόμος εὐσθενὴς, τὰς κέδρους τὰς νοητὰς, ὧν καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων πρὸς τὸν τῶν ὅλων Θεόν· «Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.» Ἐπειδὴ δὲ καταπεφοίτηκεν εἰς ᾅδου πάντως που καταδεδικασμένος ὁ δείλαιος, ἐκεῖ τῇ παμφάγῳ συνεχόμενος φλογὶ, τεθαυμάκασι τοῦτο παθόντα, κατά γε τὸ εἰκὸς, αἱ πονηραί τε καὶ ὑπ' αὐτὸν δυνάμεις, καὶ τάχα που καὶ τεθρηνήκασι λέγουσαι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης, καὶ τὰ τούτοις ἐφ' ἑξῆς. Ἦν μὲν γὰρ τό γε ἧκον εἰς δόξαν, ἐπίσημος ἐν ἀγγέλοις, καὶ ἐν ταῖς ἄνω δυνάμεσιν περιφανὴς, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄστροις Ἑωσφόρος. Ἐξέπεσε δὲ καὶ συνετρίβη πεφρονηκὼς ὑπέρογκα, καὶ τὴν μόνῃ πρέπουσαν τῇ ὑπερτάτῃ φύσει τιμήν τε καὶ δόξαν ἁρπάσαι τολμήσας, τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν καὶ εἰς νοῦν τὸν ἐν αὐτῷ. Ἀλλ' ὥς φησιν ὁ προφήτης· Καταβέβηκεν εἰς ᾅδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς ὁ πάλαι σείων πᾶσαν τὴν γῆν, ὁ θεὶς τὴν οἰκουμένην ὡς ἔρημον· ἐρήμην γὰρ τῆς ἀληθοῦς θεογνωσίας ἀπέφηνε τὴν ὑπ' οὐρανὸν, καὶ οὐδένα παντελῶς ἔχουσαν τῆς ἀρετῆς ἐργάτην. Καὶ οὐκ ἔλυσε μὲν τοὺς ἐν ἐπαγωγῇ. Κεχάρισται δὲ τοῦτο τοῖς αὐτὸ πεποιθόσιν ὁ Κύριος, εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Καὶ μὴν καὶ τοῖς ὑπὸ θείαν ὀργὴν γεγονόσι διὰ τὸ τοῖς θείοις ἐμπαροινῆσαι νόμοις, ἀμνησικάκως ἀφεὶς τὰ ἐγκλήματα, καὶ ἀπαλλάξας δίκης τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πολλοῖς ὑπενηνεγμένους πταίσμασιν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ, Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου.