Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.393
Not analysed yet
Φθάσας ἔφην, ὅτι τεθνεῶτος τοῦ Ἄχαζ, κατεπλατύνοντο μὲν εἰς εὐθυμίαν οἱ ἀλλόφυλοι· κατεμειδίων γε μὴν οὐκ ἐκείνου μᾶλλον, ἀλλὰ τῆς πανσθενοῦς δεξιᾶς τῆς τοῦ σώζοντος τὸν Ἰσραὴλ, φημὶ δὴ Θεοῦ. Ἀλλ' ὅτι μὲν οὐκ ἐπιλείψουσιν οἱ μαχόμενοι καὶ μετὰ τὸν Ὀζίαν, εὖ μάλα διαμεμήνυκεν, ἐκ σπέρματος ὄφεως ἐξελεύσεσθαι λέγων ἔκγονα ἀσπίδων. Ἐπειδὴ δὲ τῆς θείας κατωρχήσαντο δόξης, ἀναγκαίως δείκνυσιν ἡμῖν ὁ προφήτης ἐν τούτοις, ὅτι καὶ διασώσει τὸν Ἰσραὴλ ὁ προασπίζων αὐτοῦ, καὶ ὅτι τοῖς δι' ἐναντίας πάντη τε καὶ πάντως ἐποίσει τὸν ὄλεθρον. Πεπολιόρκηκε μὲν γὰρ τὴν Ἱερουσαλὴμ ὁ Σαλαμανασὰρ μετὰ τὸ πᾶσαν ἑλεῖν τὴν Σαμαρειτῶν. Πεπολιόρκηκε δὲ Ῥαψάκην ἀποστείλας ἐκ Λαχεῖς, καθὰ γέγραπται, ἀλλὰ σέσωκεν ἀδοκήτως τοὺς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεός. Πεπτώκασιν γὰρ οἱ Ἀσσύριοι, δαπανῶντος αὐτοὺς ἀγγέλου Κυρίου· τὸ δὲ τῶν ἀλλοφύλων σπέρμα, καὶ πᾶν τὸ κατάλειμμα τὸ ἐκ τῆς πρώτης πολιορκίας τῆς ἐν καιροῖς γενομένης τοῦ Θεγλαφαλαασὰρ ἀνῄρηται παντελῶς καὶ ἀπόλωλεν εἰς ἅπαν λιμῷ τάχα που πεπιεσμένον. Ἕπεται γὰρ ἀεί πως τῷ πολιορκεῖσθαι πόλεις καὶ τὰ ἕτερα βλάβη. Οὐκοῦν βοσκηθήσονται μὲν διὰ Θεοῦ πτωχοὶ, καὶ μετριόφρονες ἄνδρες, τοῦτ' ἔστι, νεμηθήσονται τὴν ἑαυτῶν, καὶ ἐπ' εἰρήνης ἀναπαύσονται. Τὸ δὲ σὸν σπέρμα, καὶ τὸ κατάλειμμα καταφθερεῖ λιμῷ. Φοβερὸν οὖν τὸ ἐπιτωθάζειν τοῖς ὑπὸ χεῖρα τοῦ Θεοῦ, καὶ κατεπαίρεσθαι τῶν ὑπὸ φροντίδα γεγονότων τὴν παρ' αὐτοῦ. Περιόψεται γὰρ οὐδαμῶς, ἐπαμυνεῖ δὲ πάντως τοῖς ἑαυτοῦ γνωρίμοις, ἵνα μὴ πλατὺ γελῷεν οἱ δι' ἐναντίας, καὶ κατονειδίζωσι Θεὸν, ὡς οὐκ ἔχοντα διαρκῶς εἰς τὸ διασώζειν δύνασθαι τοὺς οἵπερ εἶεν ἐπ' αὐτῷ πεποιθότες. Ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, οὕτως ἂν νοεῖσθαι πρέποι, ὡς διερμηνεύοντες ἐλέγομεν, ὅτι πεπόρθηκε μὲν τὰς τῶν ἀλλοφύλων πόλεις, εἷλε δὲ καὶ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, εἶτα μετ' ἐκεῖνον, ταῖς ἔτι φορτικωτέραις ἐνῆκεν αὐτοὺς συμφοραῖς ὁ Σαλαμανασὰρ ἐν καιροῖς τῆς Ἐζεχίου βασιλείας, τὰς Σαμαρειτῶν ἐκπολιορκήσας πόλεις. Ὡς οὖν ἤδη τῆς ἐφόδου συγκεκροτημένης, καὶ παρούσης τῆς Ἀσσυρίων στρατιᾶς, ὡς ἤδη ταῖς πύλαις ταῖς ἐν ἑκάστῃ πόλει τῶν ἑλεπόλεων προσκεκομισμένων, μελλόντων δὲ ἤδη κατασείσεσθαι τῶν τειχῶν, ταῖς ἀφορήτοις αὐτῶν προσβολαῖς· ὀλολύζειν μὲν κελεύει τὰς πύλας, ἀνακεκράγειν δὲ τὰς πόλεις, οὐκ ἐπιγαυριώσας ἔτι τοῖς ἐξ αἵματος Ἰσραὴλ, οὐχὶ τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ κατακερτομούσας δόξαν, οὐ τεθνεῶτι τῷ Ἄχαζ ἐπορχουμένας, μελετώσας δὲ μᾶλλον κομμόν τε καὶ θρήνους, καὶ ταῖς ὅσον οὐδέπω παρεσομέναις συμφοραῖς οὐ μετρίως ἐπιστυγναζούσας. Ἀνθ' ὅτου γὰρ δὴ προστέταχα, φησὶν, ἀνοιμώζειν τὰς πόλεις, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καπνὸν ἐν τούτοις τὸν ἀπὸ βοῤῥᾶ, τὸν ἐκ τῆς Ἀσσυρίων γῆς ὁρμώμενον ὀνομάζει, ἢ αὐτὸν τὸν Σαλαμανασὰρ, ἢ τὴν συνοῦσαν αὐτῷ στρατιάν. Νοτιωτάτη μὲν γάρ