Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.392.1
Not analysed yet
τῶν καταλυπεῖν εἰωθότων τὴν Ἰουδαίαν γενέσθαι συμβέβηκεν, οὐ τοὺς παθόντας μᾶλλον, ἀλλὰ τοῦ Θεοῦ χεῖρα, τὴν τῷ Ἰσραὴλ συνασπίζουσαν, κατακερτομεῖν ἐπεχείρουν οἱ δι' ἐναντίας. Ἀσθενῆσαι γὰρ ᾤοντο τὴν παναλκῆ δεξιὰν, καὶ τούς γε ὅντας παρὰ σφίσι θεοὺς ἀμείνους γενέσθαι τῆς τοῦ φυλάττοντος τὸν Ἰσραήλ. Οὐκοῦν εἰ καὶ βέβηλος ὁ Ἄχαζ ἦν, ἀλλ' ἐπείπερ ἐπετώθαζον οἱ ἀλλόφυλοι, καθάπερ ἔφην ἀρτίως, τοῖς ἐξ Ἰσραὴλ, ἀνείργει τὴν εὐφροσύνην, καὶ οἷον ἀνασειράζει τὴν εὐφημίαν, οὐκ ἀπηλλάχθαι λέγων αὐτοὺς τοῦ θλίβοντος ζυγοῦ, πείσεσθαι δὲ μᾶλλον τὰ ἐφ' οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας αὐτοὺς δυσφορήσειν οὐ μετρίως. Τί γάρ φησι; Μὴ εὐφρανθείητε, συντετρίφθαι λέγοντες τὸν τοῦ καταπαίοντος ὑμᾶς ζυγόν. Ἴστε δὲ μᾶλλον, ὅτι ἀπὸ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων. Διχῆ τοῦτο νοήσεις· γέγονε μὲν γὰρ Ὀζίας ὁ καὶ Ἀζαρίας, ὡς ἔφην, ἀπηνής τε καὶ μαχιμώτατος· κατεχειρώσατο δὲ οὕτως αὐτοὺς, ὥστε καὶ ἀσυνήθως δασμολογῆσαι τὰς παρ' αὐτοῖς πόλεις τε καὶ κώμας. Εἶτα μετ' ἐκεῖνον ὁ Ἄχαζ, εἰ καὶ μὴ χειρὶ τυχὸν ἰδίᾳ καὶ δυνάμεσι ταῖς ἐπιχωρίοις, ἀλλ' οὖν τῇ τῶν Ἀσσυρίων τὰ ἶσα πέπραχεν εἰς αὐτούς. Εἷλε γὰρ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, καὶ τὰς τῶν ἀλλοφύλων πόλεις· ἀπέκτονε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Τελευτήσαντος δὲ τοῦ Ἄχαζ, διαδέχεται τὴν βασιλείαν δίκαιός τε καὶ εὐσεβὴς ὁ Ἐζεχίας. Γέγραπται δὲ καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ. Οὗτος ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης, καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων, ἕως πόλεως ὀχυρᾶς.» Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως τοῦ Ὀζίου ἔκγονον ἐκβέβηκεν ἀσπίδος ὁ Ἄχαζ· εἶτα μετ' ἐκεῖνον ὄφις πετόμενος, τοῦτ' ἔστιν, ὀξὺς ὁ Ἐζεχίας. Κατέδακνον γὰρ τρόπον τινὰ τοὺς ἀλλοφύλους, καὶ δεδαπανήκασι τὰς πόλεις αὐτῶν. Εἰ δὲ ὄφεις ὠνομάσθησαν Ὀζίας τε καὶ Ἐζεχίας, καίτοι γεγονότες εὐσεβεῖς, ἀλλ' ἐννοεῖν ἐκεῖνο προσήκει καὶ μάλα ἐμφρόνως, ὡς ὁ τοῦ λόγου σκοπὸς τέτραπταί τε καὶ βλέπει πρὸς ὅτι μάλιστα τυποῦν τοὺς Φυλιστιεὶμ, ἤτοι τοὺς ἀλλοφύλους. Ἔδει τοίνυν, οὐχ ἡμέρους τινὰς καὶ πράους ἔσεσθαι λέγειν αὐτοὺς, ἀλλὰ δεινοὺς καὶ ὀξεῖς, ὡς ὄφεων δίκην ἐπιπηδᾷν εἰωθότας τοῖς δι' ἐναντίας. Οὐκοῦν ἢ τοιῶσδε συνήσεις τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσονται ἔκγονα ἀσπίδων, ἤ τι καὶ καθ' ἕτερον, εἰ βούλει, τρόπον. Κατεμισθοῦτο μὲν ὁ Ἄχαζ Θεγλαφαλαασὰρ τὸν Ἀσσύριον, καὶ τῇ τῶν ἀλλοφύλων ἐπαφῆκε χώρᾳ, ὃς καταδῃώσας ἅπασαν, ἀπέκτεινε καὶ αὐτὸν, ὡς ἔφην, τὸν βασιλέα Ῥαασσών. Ἀλλ' ἐν καιροῖς τοῦ βασιλέως Ἐζεχίου κατεστράτευσε τῆς Σαμαρείας ὁ Σαλαμανασὰρ, βασιλεὺς καὶ αὐτὸς ὑπάρχων τῶν Ἀσσυρίων. Ἐπιφοιτήσας δὲ πρώτῃ τῇ τῶν Παλαιστινῶν χώρᾳ, ἤτοι τῇ τῶν ἀλλοφύλων, τὰ ἐκ βαρβαρικῆς ὠμότητος κατὰ παντῶν εἰργάζετο. Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως, τοῦ Θεγλαφαλαασὰρ ἔκγονον ἀσπίδος ἐξῆλθεν ὁ Σαλαμανασὰρ, οἷον ὄφις καὶ αὐτὸς, οὐκ ὀκνηρὸς ἐπ' ἐφόδους, οὐ βραδὺς εἰς κίνησιν τὴν ἐπί τε τὸ χρῆναι πολιορκεῖν, ὀξὺς δὲ μᾶλλον, καὶ πτηνοῦ δίκην ταῖς πόλεσιν ἐφιστάμενος. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ' εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.