Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.397
Not analysed yet
τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβαρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρσεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες διολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ.» Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ' ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερμένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρτηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παραλειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ' ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ' αὐτῶν δυστροπίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυνεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.» Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφιστάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον τῷ ἐπὶ πάντας Θεῷ. Διατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ' αὐτῶν ὁράσει λέγων· «Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» Καὶ πάλιν· «Ὅτι οὕτως εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ