Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.400
Not analysed yet
Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις. Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέλουν τὴν τοῦ Θεοῦ δόξαν. Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. Διαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ' αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυλωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ' ἑαυτοῖς. Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ' ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦθεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφαλαῖς. Λυπεῖσθε τοίνυν οὐκ ἐφ' ἑτέροις τισὶν, ἀλλ' ἐφ' ἑαυτοῖς. Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν. Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάντων χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπαμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βωμὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρόνουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς ἄλλους ἐποιοῦντο τὸν χῶρον. Ἀλλ' ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. Ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. Πόλις δὲ αὕτη τῶν ἀλκιμωτάτων. Ὀλολύξατε, φησίν· ἐπὶ γὰρ πάσης κεφαλῆς φαλάκρωμα. Τοῦτ' ἔστιν, ἀτιμία κατὰ πάντων δραμεῖται μία. Φαλάκρωμα γὰρ ἀτιμίας σύμβολον. Ἔσονται δὲ καὶ πάντες βραχίονες κατατετμημένοι. Ἀπὸ τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολατροῦσιν ἔθος τὰς καλουμένας ἐντομίδας ταῖς τε παρειαῖς καὶ τοῖς βραχίοσιν ἐπιφέρειν. Μάτην οὖν ἄρα καὶ τοῦτο δράσετε, φησὶν, ἀνόνητον γὰρ τὸ χρῆμα παντελῶς. Οὐκοῦν ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκοις, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. Πόλεων ἡμῖν οὐ μετρίοις δείμασιν ἐνησχημένων