Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.401
Not analysed yet
καταγράφει σχῆμα τῆς προφητείας ἡ δύναμις. Πολέμου γὰρ περισχόντος, καὶ συμφορᾶς τῆς ἐσχάτης ἐπενηνεγμένης πόλεσί τε καὶ οἴκοις, οἱ μὲν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσι. Τό γε μὴν ὅσον ἐστὶν ἀσθενές τε καὶ ἄμαχον, οἷον τὸ θηλύων γένος, καὶ τὸ νηπίων ἐπ' αὐτῶν ἀνεπήδησε δωμάτων, κομμὸν ποιεῖται καὶ ὀλολυγὴν, ταῖς τῶν πολεμίων ἐνορῶν φάλαγξι, καὶ τὴν ὅσον οὐδέπω παρεσομένην ἐννοήσαντες σφαγήν. Ὀλολύξετε τοίνυν· κέκραγε γὰρ Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. Πόλεις δὲ ταύτας εἶναί φησι τὰς Μωαβίτιδος τὰς μαχιμωτάτας. Ἀλλ' εἰ καὶ οὕτως ἔχοιεν, φησὶ, τοσαύτην ποιήσονται τὴν ὀλολυγὴν, ὡς μὴ λεληθότως, μηδὲ ἐν παραβύστῳ κλαίειν, ἀκουστὴν δὲ μᾶλλον γενέσθαι τὴν φωνὴν, καὶ ἀναφανδὸν ὀλοφύρεσθαι, κατημεληκότων τῶν ἐν αὐταῖς τῆς αὐτῆς συνήθους ἀνδρείας, συντεθραυσμένων δὲ οὕτως, ὡς ἀμοιρῆσαι παντελῶς εὐσθενείας τε καὶ θράσους, καὶ τῶν εἰς ἀλκὴν ἐννοιῶν καὶ ἐγχειρημάτων. Ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ· ἡ ψυχὴ αὐτῆς γνώσεται, καὶ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ, ἔως Σηγώρ· δάμαλις γάρ ἐστι τριέτης. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ, κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός. Προσβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων συμφορῶν δριμεῖαί τε λύπαι, καὶ ἀθυμίαι παγχάλεποι, καὶ δειμάτων ἔφοδος, οὐκ ἀνικάνως ἔχουσα καὶ τὴν ἄγαν εὐτολμοτάτην καταθραῦσαι καρδίαν. Ἐντεῦθεν οἶμαί τισι πρόσωπα μὲν γενέσθαι σκυθρωπὰ, καὶ οἷον ἐκ βάθους ἀναπηδῶντας στεναγμοὺς, καὶ τῆς ἔσω φλογὸς τὴν ζέσιν διερμηνεύοντα. Ἡ ὀσφὺς τοιγαροῦν τῆς Μωαβίτιδος βοᾷ· τοῦτ' ἔστιν, ἐν ὠδῖσίν ἐστιν, καὶ κεκρυμμένους ἔχει τοὺς πόνους, προκαταπτοουμένη δηλονότι ταῖς φήμαις, καὶ τὸν οὐδέπω παρεσόμενον ἐννοοῦσα πόλεμον. Ἔγνω γὰρ τοῦτο ἡ ψυχὴ αὐτῆς. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ὀλοφύρεταί τε καὶ κέκραγεν ἐν αὐτῇ ἕως Σηγὼρ, τοῦτ' ἔστι, Μωαβῖτις ἅπασα χώρα, μέχρι καὶ αὐτῶν τερμάτων. Φασὶ γὰρ ἐπ' αὐτοῖς τοῖς ὅροις τῶν Μωαβιτῶν τεθεῖσθαι τὴν Σηγώρ. Τίνος οὖν ἕνεκα ταῦτα συμβήσεται παθεῖν αὐτήν; Δάμαλίς ἐστι τριέτης. Ὁ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, καὶ εἰς τὸ σφριγῶσαν αὐτοῖς ἐνεργήσασθαι δύναμιν. Τοιγάρτοι καὶ τοῦ χρῆναι δαμάζεσθαι καιρὸς αὐτοῖς ἐκεῖνός ἐστιν. Ἕως τοίνυν ἐστὶν ἡ δάμαλις ἀπειρόζυγος, σφριγῶσά τε καὶ νέα, καὶ ἀρτιφυὲς ἐκφέρουσα κέρας, κατασκιρτῶσα τῶν αὐλῶν καὶ τῶν ἐπαύλεων κατορχεῖται πλειστάκις· τοιαύτη τις γέγονεν ἡ Μωαβιτῶν, ἐπιπηδῶσα τοῖς πέλας, καὶ κατασκιρτῶσα τῶν ἀσθενεστέρων. Ὑψηλὴν δὲ εἶναί φασιν αὐτὴν, καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ οὕτω κεκλημένην, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων ἥκοντας ἢ πόλεων ἢ χωρῶν. Ἐπ' αὐτῆς τοίνυν, φησὶ, τῆς ἀναβάσεως τῆς Ἀρωνιεὶμ, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμμα καὶ συσσεισμός. Προανακεκράγασι γὰρ τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη, μονονουχὶ συσσείοντος ἅπαντα, πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐτοῖς συντρίβοντος. Τὸ ὕδωρ τῆς Νεβρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρ-