Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.405
Not analysed yet
τοῦτ' ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι. Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπῳδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ' ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέχουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζεται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ' αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν. Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγόνασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ' εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώπους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν; Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ. Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεανιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντίζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ. Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλμανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πόδας ἐλθεῖν τῶν ἐχθρῶν. Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ γὰρ παρ' ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρη-