Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.408
Not analysed yet
μένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ' αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· «Ἂν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ.» Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπιγάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρόφασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλμὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ' ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Δυσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβάσεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν. Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρνῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που τάχα τῇ Μωαβιτῶν. Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λόγος. Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βουλεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυνήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαντας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκοτιᾷ, τοῦτ' ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρίζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυσθυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστησαν. Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν. Ἀλλ' εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ' οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέγοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ. Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παντελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται λείψανον. Ἀλλ', ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ