Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.449
Not analysed yet
ὑπομεῖναι ταλαιπωρίαν τὰ ἐκ τῆς θείας ὀργῆς ὑπομείναντα. Καὶ πρός γε τούτῳ καὶ τετιλμένον· τάχα που τὴν εἰς τὰ ἀμείνω μετάστασιν αὐτῶν διὰ τούτου δηλῶν. Τὸ γάρ τοι φυτὸν μεταμοσχεύεται, καὶ βόθρου τοῦ ἐν αὐτῷ ἀποτετιλμένου, μεταχωρεῖ πρὸς ἕτερον· γεωργίας δὲ τῆς ἀρίστης οὗτος ὁ τρόπος τοῖς εἰωθόσι γηπονεῖν. Οὕτω καὶ τῶν ἐν πλάναις ὁ νοῦς, μεταβοθρεύεται, τρόπον τινὰ, τῆς μὲν ἀρχαίας ἀπάτης οἷον ἐκτετιλμένος, ἐμφυτευθεὶς δὲ πρὸς ἑτέρας ἐννοίας, καὶ πρός γε τούτῳ σπουδὰς καὶ γνῶσιν τὴν προὔχουσαν, μᾶλλον δὲ καὶ ἀσυγκρίτως τῆς ἀρχαίας ἐν ἀμείνοσιν. Καρποφορήσειν δὲ αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον, τοῦτ' ἔστι, διηνεκῶς, οὐ διακοπῆς τινος μεταξυμβησομένης, ἀεὶ δὲ μᾶλλον καὶ μέχρι παντός. Τοιγάρτοι καὶ μέγαν αὐτὸν ὀνομάζει λαόν· ἢ τὸ πολύχουν αὐτοῦ διὰ τούτου σημαίνων, ἢ ὅτι γέγονεν εὐδόκιμος κεκλημένος διὰ πίστεως τῆς εἰς Χριστόν. Οἱ γὰρ τοὺς ἄλλους ἅπαντας νικῶντές ποτε πρὸς τὰ τῆς εἰδωλολατρείας ἐγκλήματα, νῦν εἰσιν πολλῶν ἀμείνους καὶ συνετώτεροι, καὶ ἀκμαιοτάτην ἔχοντες τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐτολμίαν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερι[έ]σσευσεν ἡ χάρις. Ποῦ τοίνυν καρποφορήσουσιν; Εἰς τὸν τόπον, φησὶν, οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη ὄρος Σιὼν, τοῦτ' ἔστιν, εἰς τὸ ὄρος τὸ Σιὼν, ἔνθα ἂν ἐπικληθείη τὸ ὄνομα Κυρίου Σαβαώθ. Σημαίνει δὲ διὰ τούτου τὴν Ἐκκλησίαν, τὸ μέγα καὶ νοητὸν ὄρος· χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, ἀλλ' οὐδὲ τῶν πεπατημένων δογμάτων, ἀλλ' εἴ τι μέγα καὶ ὑψηλὸν, ἡ περὶ Θεοῦ τοῦ κατ' ἀλήθειαν γνῶσις δηλονότι, ἡ δήλωσίς τε καὶ μάλα σαφὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων. Σιὼν δὲ ὅρος ὀνομάζει πλειστάκις ἡ θεόπνευστος Γραφὴ τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς ἀπό γε τῆς πρώτης ὀνομάζουσα νοητῶς τὴν ἀληθεστέραν Σιὼν, ὅ ἔστιν ὑψηλὴ καὶ σκοπευτήριον. Προσέῤῥιπται δὲ διὰ μέσου· Τὸ ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Ἤρξατο γὰρ ἡ τῶν Αἰγυπτίων ἐπιστροφὴ πρὸς Θεὸν ἀπό τινος μέρους τῆς χώρας κειμένης ἐπέκεινα τοῦ ποταμοῦ· ἵνα νοῇς τῆς Ῥινοκορουρητῶν, ἤγουν τῶν αὐτόθι πόλεων μίαν. Λέγει γὰρ ἐν τοῖς ἐφ' ἑξῆς, ἐν τῇ ὁράσει τῆς Αἰγύπτου· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον Κυρίῳ· καὶ εἰς τὸν αἰῶνα ἐν χώρᾳ Αἰγύπτου. Καὶ πεπατημένον μὲν ὡς συντετριμμένον ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· ἐλπίζον δὲ, ὅτι καὶ αὐτὸ πεποίηται τὴν ἐλπίδα λοιπὸν ἐπὶ Χριστῷ, καὶ ταῖς ὑπ' αὐτῷ ζεύγλαις ὑπήνεγκε τὸν αὐχένα, καὶ δεδούλευκεν αὐτῷ, καὶ τοὺς τῆς εὐσεβείας κεκάρπικε τρόπους. ΤΟΜΟΣ Δ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα