Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.448.1
Not analysed yet
καὶ κατακόψει καὶ καταλήψει ἄμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ' αὐτὸν ἥξει. Δυσχερὴς μὲν λίαν καὶ δυσκάτοπτος οὐ μετρίως τῶν προκειμένων ὁ νοῦς. Καὶ αὐτὴ δὲ πρὸς τοῦτο τῆς λέξεως ἡ συνθήκη. Πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. Ποιεῖται τοίνυν ὡς ἀπὸ τῆς τῶν γεωργῶν ἐπιστήμης τὸν λόγον. Ἔθος γὰρ ἐκείνοις, ὅταν τῆς ἀμπέλου λοιπὸν ἐξανθήσαντας τοὺς βότρυς θεάσωνται, καὶ ἤδη πως τὸ τῶν ὀμφάκων ἔχοντας εἶδος, ἀποκείρειν μὲν τὰς περιττὰς κληματίδας, καὶ τὰ μικρὰ τῶν βοτρυδίων περιττῶς τοῖς μείζοσι παρηρτημένα ταῖς δρεπάναις ἀποτέμνειν, ἵνα καὶ τροφιμωτάτην ἰκμάδα δεχόμενοι τῶν βοτρύων οἱ μείζους τελεσφορεῖσθαι δύναιντο. Τοιοῦτόν τι πεπραχέναι φησὶν ὁ τῶν ὅλων Θεὸς, ἢ ἐπί γε τοῖς Ἀσσυρίοις, ἤγουν καὶ ἐπὶ τοῖς Αἰγυπτίοις· οὐ γάρ τοι λίαν ἐναργὴς ὁ λόγος, κατὰ τίνων ἂν ἴοι καὶ φέροιτο πρεπωδέστερον. Φαμὲν δὴ, ὅτι εἴτις ἕλοιτο νοεῖν ὡς ἄμπελον μίαν τὴν τῶν Ἀσσυρίων πληθὺν, τὴν πολιορκήσασαν τὴν ἁγίαν πόλιν, εὑρήσομεν ὅτι ὁ μέγας ἐν αὐτῇ νοούμενος βότρυς, τοῦτ' ἔστιν, ὁ τοῖς τῆς βασιλείας θάκοις ἐκλελαμπρυσμένος, οὐ συνδιόλωλε τοῖς ἑτέροις, ἀλλὰ σέσωσται μὲν αὐτὸς, δεδαπάνηνται δὲ ὡς ἐν τάξει τῶν μικρῶν βοτρύων ἡ ἑτέρα πληθὺς, καὶ οἷον τῶν περιττῶν κλημάτων δίκην καθάπερ τινὶ δρεπάνῃ περιέκειρεν αὐτοὺς ἡ τομωτάτη μάχαιρα τοῦ Κυρίου. Πεπτώκασι γὰρ, ὡς ἔφην, ἀγγέλου χειρὶ δαπανώμενοι, καὶ γεγόνασιν αὐτῶν τὰ πτώματα τρυφὴ τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ ἐπὶ τοῖς Αἰγυπτίοις εἰρῆσθαι λέγειν αὐτὰ, συνήσεις ὅτι καταδῃοῦντες αὐτὴν οἱ Ἀσσύριοι, οὐκ ἄρδην ἅπασαν, οὔτε μὴν ὁλοσχερῶς ἀνεῖλον. ἀλλ' οἷον μικροῖς βοτρυδίοις ταῖς κατὰ τόπους συνοικ[ε]ίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλοικτείρμονος Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, κολοβοῦντος δὲ πλειστάκις τὰς δίκας, καὶ οὐκ εἰς ἅπαν ἐῶντος ἀπόλλυσθαι τοὺς παιδευομένους. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τετιλμένου καὶ τεθλιμμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη τὸ ὄρος Σιών. Τὰ ἐν τῷ πολέμῳ συμβησόμενα κατὰ καιροὺς τοῖς Αἰγυπτίων δήμοις εὖ μάλα διειρηκὼς, διαμέμνηται καὶ τῆς μετὰ τοῦτο πρὸς Θεὸν ἐπιστροφῆς, καὶ ὅτι τὴν ἀρχαίαν τῆς ἀπάτης ἀχλὺν, τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἐῤῥῶσθαι φράσαντες, βαδιοῦνται πρὸς τὰ ἀμείνω· καὶ τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐπιγνώσονται, μεταστοιχειούμενοι δὲ ὥσπερ πρὸς νέαν τινὰ καὶ ἀπόλεκτον ζωὴν, καρποφοροῦσι τῷ Θεῷ τὰ ἐφ' οἷς ἂν εἶεν εὐδόκιμοι καὶ παντὸς ἐπαίνου μεστοὶ, καὶ οἷον δῶρα προσκομιοῦσι τὰ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην. Τεθλιμμένον δὲ αὐτὸν ὀνομάζει λαὸν, διάτοι τὸ πλείστην ὅσην