Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.453
Not analysed yet
φετο δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ' αὐτῷ μυστήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶσθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κηλῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακόμιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χριστὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασίλευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀναδεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χριστοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σεσαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. Δεισιδαιμονέστατοι γὰρ γεγόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεοπνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι, τὸ χρῆναι νικᾷν τοῖς εὐαγγελικοῖς κηρύγμασι, καίτοι πάλαι θεομάχον οὖσαν, καὶ τοῖς τῆς ἀληθείας ἀντεξάγουσαν λόγοις. Εὑρήσομεν οὖν τὸν Φαραὼ τοιοῦτον ὄντα σαφῶς. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς ἔφασκεν ἐναργῶς· «Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ, λέγων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι ἐν τῇ ἐρήμῳ.» Ὁ δὲ πρὸς αὐτούς· «Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστέλλω.» Ἡττηθήσεται γὰρ ἡ καρδία αὐτῶν ἐν αὐτοῖς, τοῦτ' ἔστιν, οὐκ ἄθραυστος, οὐδὲ σκληρὰ, καὶ ἀνουθέτητος διαμενεῖ· παραδέξεται δὲ μᾶλλον τὸ σωτήριον κήρυγμα. Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι πρὸς Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Καὶ ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν. Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς ἕτερον οὐδὲν, ἢ ἐκεῖνό που πάντως ὅπερ ἔφη Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρω-