Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.456
Not analysed yet
πον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.» Ἀναφωνηθέντος γὰρ ἤδη τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ τῆς εἰς γονέας αἰδοῦς κατημεληκότες ἄνθρωποι, πεφρονήκασιν ἐχθρὰ καὶ μεμισημένα αὐτοῖς, καὶ μονονουχὶ τὸν πολέμου νόμον ἐξηρτυμένοι, κατεξανέστησαν ἀδελφῶν. Οἱ μὲν γὰρ τῇ ἀρχαίᾳ συναγορεύοντες πλάνῃ, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀχαλίνως προσνενευκότες, ἀπαράδεκτον ποιοῦνται τὸν τῆς πίστεως λόγον. Οἱ δὲ καταγέλαστόν τι χρῆμα καὶ ἀνόσιον παντελῶς ἡγούμενοι προελέσθαι προσκυνεῖν τοῖς παρ' αὐτῶν τεχνουργουμένοις θεοῖς, τοῖς τῆς ἀληθείας προσδεδραμήκασι λόγοις, καὶ μακρὰν ὄντες ποτὲ, γεγόνασιν ἐγγὺς, καὶ οἰκεῖοι διὰ τῆς πίστεως ἀναδεδειγμένοι Χριστοῦ, εἴσω τε γεγόνασι τῆς τῶν ἁγίων ἐλπίδος, καὶ κληρονόμοι τέθεινται τῆς εἰς αἰῶνα ζωῆς. Κατασεσεισμένων τοίνυν, φησὶ, τῶν χειροποιήτων Αἰγύπτου, διὰ τὸ ἐλθεῖν ἐν αὐτῇ τὸν Κύριον ἐπὶ νεφέλης κούφης, ἐπανάστασις ἔσται πολλὴ καὶ οἰκείων καὶ συγγενῶν, καὶ καθ' ἕνα καὶ κατὰ πληθὺν οἱ πόλεμοι, ὥστε καὶ πόλιν καὶ νομὸν ἐπὶ νομὸν ποιεῖσθαι τὰς ἐφόδους. Νομὸς δὲ λέγεται παρὰ τοῖς τὴν Αἰγυπτίων οἰκοῦσι χώραν, ἑκάστη πόλις καὶ αἱ περιοικίδες αὐτῆς καὶ αἱ ὑπ' αὐτῇ κῶμαι· καὶ τέτριπται παρ' αὐτοῖς ἡ τοιάδε φωνή. Εἶτά φησιν, ὅτι Ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Φαμὲν δὲ ὅτι διάφορον ἐσχηκότες κατ' ἀλλήλων τὸ φρόνημα, τεθορύβηνται μὲν οὐ μετρίως· ἐπαναστάσεις δὲ καὶ μάχας μελετῶντες κατὰ τῶν πεπιστευκότων οἱ πλανώμενοι, πολεμοῦντα αὐτοῖς καὶ ἀνθεστηκότα τὸν τῶν ὅλων εὑρήσουσι Θεόν. Διασκεδάσω γὰρ αὐτῶν τὰς βουλὰς, φησὶν, τοῦτ' ἔστι, πᾶσαν αὐτῶν σκέψιν εἰκαίαν ἀποφανῶ, καὶ ἀνόνητα παντελῶς τὰ κατὰ τῶν ἐμοὶ προσδεδραμηκότων ἐπιχειρήματα. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας. Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Τίνα δὴ τρόπον, ἢ κατὰ ποῖον ὅλως καιρὸν, Αἰγύπτιοι πεπλουτήκασι τὸ σωτήριον κήρυγμα, σπουδὴ τῷ προφήτῃ διατρανοῦν. Οὐκ ἀνόνητος δὲ τῆς ἱστορίας ὁ λόγος τοῖς γε ἅπαξ χρηστομαθεῖν ᾑρημένοις. Καταδῃώσας τοίνυν τὴν τῶν Ἰουδαίων χώραν Οὐεσπασιανὸς, καὶ κατεμπρήσας τὰ Ἱεροσόλυμα, πανστρατιᾷ καταβέβηκεν εἰς τὴν Αἰγυπτίων χώραν, χειρωσόμενος καὶ αὐτήν. Ἔδρα δὲ τοῦτο κατὰ βούλησιν τοῦ Θεοῦ, τοῖς Ῥωμαίων ὑποφέροντος σκήπτροις χώρας τε ἁπάσας ὁμοῦ καὶ πόλεις. Ἀλλ' ᾤοντο μὲν Αἰγύπτιοι καὶ διαφυγεῖν δύνασθαι ῥᾳδίως τὸν τῆς δουλείας ζυγὸν, εἶναί τε ἀνάλωτοι παντελῶς, διάτοι τὸ πλείστοις ὕδασι διεζῶσθαι τὴν χώραν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος. Θεοῦ γάρ τι κατορθοῦν ἐθέλοντος, πάντα ὑπείκει ῥᾳδίως, καὶ τὰ ἀνέφικτα