Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.460
Not analysed yet
πόμενοι. Ἰχθυοθῆραί τε γάρ εἰσι, καὶ πάπυρον ἀποκείροντες, χάρτου τέ εἰσι δημιουργοὶ, καὶ λῖνον ἐργάζονται τὸ σχιστόν. Ἕλειοι δὲ ἄνδρες ἤγουν βουκόλοι κατονομάζονται· καὶ γάρ εἰσι παρ' αὐτοῖς ἀριθμοῦ κρείττονες αἱ βοῶν ἀγέλαι· πλείστη τε ἄρτου καὶ οἴνου καὶ τῶν ἄλλων ἡ σπάνις. Ἐκλελοιπότων τοιγαροῦν τῶν ὑδάτων, φησὶν, πίονται ὕδωρ. Ὀρύττοντες γὰρ ἐν τοῖς αἰγιαλοῖς ἔσθ' ὅτε τινὲς, πότιμον ἀρύονται νᾶμα. Ἐκλείψουσι δὲ καὶ ξηρανθήσονται οἱ ποταμοὶ, καὶ πᾶσαι αἱ διώρυγες. Ἔσται δὲ σπάνις ὑδάτων ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου. Καὶ πᾶν τὸ ἐν τοῖς ὕδασι φυόμενον ξηρανθήσεται, φησὶν, ὥστε καὶ στενάξαι τῶν ἰχθύων τοὺς θηρευτὰς, καὶ τοὺς τὸ λῖνον ἐργαζομένους τὸ σχιστὸν, καὶ ἐν ὀδύνῃ γενέσθαι πολλῇ τοὺς ἐργαζομένους αὐτά· καὶ πρὸς τούτοις ἔτι, τοὺς τὸν παρ' αὐτοῖς ζύθον ἀρτύοντας. Ἐκλελοιπότων γὰρ τῶν ὑδάτων, ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ κατευφραίνειν εἰδότος, καὶ τὰ πρὸς ζωὴν αὐτοῖς ἐπιτήδεια παρατιθέντος πλουσίως. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ ἐκ τῆς ἱστορίας δηλούμενον εἴρηται σαφῶς. Εἰ δὲ δή τις ἕλοιτο τῶν ὑδάτων τὴν σπάνιν καὶ ἑτέρως ἐκλαβεῖν, καὶ ἰσχνοτέρων ἐννοιῶν εἰς βάθος ἐλθεῖν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, παρεικάζων ὕδασι τὸν παρά τε τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη τε καὶ ἀσύνετον λόγον· ἰχθύσι γε μὴν τὴν τῶν ἀνθρώπων πληθὺν, καὶ μὴν καὶ παπύρῳ, καλάμῳ τε καὶ τοῖς λοιποῖς, ὧν ἐστι τροφὸς ἡ τῶν ὑδάτων φύσις. Ἁλιεῦσί γε μὴν, καὶ οἷς ἂν ἔργον εἴη τὰ ἐν τοῖς ὕδασι, τοὺς σαγηνεύειν εἰδότας τὴν τῶν ἀγελαίων πληθὺν, καὶ καθάπερ λίνοις τισὶν ἐμπλακῆναι παρασκευάζοντας τοῖς εἰς ἀπάτην αὐτοὺς ἀποφέρουσι λόγοις. Οὗτοι στενάξουσι καὶ λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν, ἀπρακτοῦντος ἤδη πως τοῦ παρ' αὐτοῖς ὄντος λόγου· ὃν καὶ ὕδασι παρεικάζοντες διεβεβαιούμεθα σαφῶς, διὰ τὸ ἐκλελοιπέναι παντελῶς αὐτὸν, ξηρανθήσεσθαι δὲ πάντα τὰ δι' αὐτοῦ τρεφόμενα. Οὗτοι ποιοῦσι τὸν ζύθον· οὐ γὰρ οἶνον προσάγουσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, ἀλλὰ νόθην τινὰ καὶ ἄχρηστον διδασκαλίαν, καὶ τοῖς ἰσχνοῖς αὐτὴν ὥσπερ οὖν οἴονται κατασεμνύνοντες λόγοις. Ὑπαινίττεται γὰρ, οἶμαι, τουτὶ τὸ βύσσον λέγειν αὐτοὺς ἐργάζεσθαι, τὴν ἰσχνοτάτην ἄγαν. Καὶ λῖνον δὲ τὸ σχιστόν. Σκινδάλαμοι γὰρ ὥσπερ ἰσχνομυθίας τὰ παρ' αὐτοῖς· πλὴν ἀνόνητα παντελῶς, καὶ ψυχρῶν θεωρημάτων ἀναπλιμπλάντα. Ψυχρὸς γὰρ ὁ ζύθος . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. Ἐπηρτημένης γὰρ Αἰγυπτίοις τῆς ἀφύκτου συμφορᾶς, καὶ μελλούσης ἁλῶναι τῆς χώρας, καὶ ὅσον οὐδέπω τοῖς ἑτέρων ζυγοῖς, κἂν εἰ μὴ βούλοιντο τυχὸν, ὑπενεγκεῖν τὸν αὐχένα, τεθορυβημένος οὐ μετρίως, καὶ ἀφορήτοις δείμασι κατεπτοημένος ὁ