Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.457
Not analysed yet
καὶ δυσήνυτα παραδόξως κατευμαρίζεται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμμένον. Συμβέβηκε τοίνυν πάντα τὰ παρ' αὐτοῖς ὕδατος, τά τε ἐν λίμναις, καὶ μέν τοι καὶ ποταμοῖς ἀφανισθῆναι παντελῶς, ὡς διοδεύεσθαι ποσίν. Οὕτω τε λοιπὸν δυσχερείας ἁπάσης ἐψιλωμένην τὴν Αἰγυπτίων εὑρὼν, κεκράτηκεν αὐτῆς Οὐεσπασιανός. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, συμβέβηκεν εἰσελθεῖν εἰς τὴν Αἰγυπτίων τοὺς τὸ θεῖόν τε καὶ σωτήριον ἱερουργοῦντας κήρυγμα, καὶ τὰ ἔθνη σαγηνεύοντας διὰ πίστεως τῆς ἐν Χριστῷ, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μεμαθηκότες τοίνυν Αἰγύπτιοι, φησὶ, τῆς Ῥωμαίων στρατιᾶς τὴν παναλκῆ καὶ δυσκαταγώνιστον ἔφοδον, τεθορυβημένοι τε λίαν, καὶ ὅποι ποτὲ αὐτοῖς τὸ τοῦ πράγματος ἐκβήσεται πέρας, ἀναμαθεῖν ἐθέλοντες, ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ μέντοι καὶ γνώστας. Διάφοροι γὰρ παρ' αὐτοῖς ψευδομαντείας ἦσαν τρόποι, καὶ πεπλασμένοι προφῆται. Οἱ μὲν τοὺς νεκροὺς ἐπερωτᾷν προσποιούμενοι· οἱ δὲ καὶ ἀπὸ τῆς σφῶν αὐτῶν καρδίας ἐρευγόμενοι λόγους. Ἕτεροι δὲ καὶ γνῶσται, τοῦτ' ἔστι, τοὺς ἐκ θυσιῶν καπνοὺς, καὶ τοὺς ἐν τοῖς ἥπασι τῶν σφαζομένων ζώων παλμοὺς πολυπραγμονοῦντες ἀνοσίως. Ἀλλ' οὐδεμιᾶς ἔσται, φησὶν, ἐκ μαντείας αὐτοῖς ἡ ὄνησις· οὔτε μὴν ἐπαμῦναι δυναμένους αὐτοὺς εὑρήσουσι, τοὺς νομισθέντας εἶναι θεούς. Παραδώσω γὰρ Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Σκληροὺς δὲ ὅταν ἀκούσῃς, μὴ ἀπηνεστάτους νοήσῃς, ἀθραύστους δὲ μᾶλλον, καὶ παραχωρεῖν εἰδότας τὸ νικᾷν οὐδενί. Τοιοῦτο γὰρ οἱ Ῥωμαίων γεγόνασιν εὐκλεέστατοι βασιλεῖς, τῆς θείας τε καὶ ἀποῤῥήτου βουλῆς ὑποτιθείσης, ὡς ἔφην, τὰ πάντα αὐτοῖς. Καὶ γοῦν κεκρατήκασι τῆς ὑπ' οὐρανόν. Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται. Ἐκλείψουσιν οἱ ποταμοὶ καὶ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμοφθορίᾳ. Καὶ στενάξουσιν οἱ ἁλιεῖς, στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι. Καὶ ἡ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λῖνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον· καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζύθον ποιοῦντες λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν. Συναρμόσεις καὶ τάδε τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. Εὐυγροτάτην γὰρ οὕτως τὴν Αἰγυπτίων, ξηρὰν ἀπέφηνεν ὁ πάντα ἰσχύων Θεὸς, ὥστε καὶ ἀνιδρωτὶ βάσιμον εἶναι τοῖς ἐθέλουσι διὰ λιμνῶν ἰέναι καὶ ποταμῶν. Διῄρηται δέ πως τῶν Αἰγυπτίων ἡ χώρα· καὶ οἱ μὲν ἔχουσι τὴν γῆν τὴν ἀρόσιμον, καὶ γονιμωτάτην, καὶ ἀμπελῶσιν ὅτι μάλιστα μελεδωνοί. Οἱ δὲ πρὸς αὐταῖς οἰκοῦσι ταῖς λίμναις, τὰ ἐξ αὐτῶν δρε-