Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.464
Not analysed yet
τάττει νόμος τῶν τοιούτων ἀποφοιτᾷν. Ἔχει γὰρ οὕτως· «Ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδωνιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Προσεπάγει δὲ τούτοις καὶ φησί· «Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδωνισμῶν καὶ μαντειῶν ἀκούσονται. Σοὶ δὲ οὐχ οὕτω δέδωκεν Κύριος ὁ Θεός σου· «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.» Ἀφιλόθεος γὰρ παντελῶς, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων ἔσται γυμνὸς ὁ μαντείαις προσέχων καὶ κληδωνισμοῖς, οἰωνοσκοπίαις τε καὶ τοῖς τῶν γοητῶν φενακισμοῖς. Ἐλπίδος γε μὴν ἀγαθῆς ἐπίμεστος ἀληθῶς, ὁ τοῖς εὐαγγελικοῖς θεσπίσμασι προσέχων τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς, τὴν τῆς ἀληθείας ψῆφον ἐπιτιθείς. Καὶ γάρ ἐστι προφητῶν Δεσπότης, καὶ ἁπάσης γνώσεως χωρηγὸς, εἰ καὶ προφήτης ὠνόμασται, διάτοι τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα. Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Ἐπιμειδιᾷ τρόπον τινὰ τοῖς τῶν ψευδολόγων ἀθύρμασι, καὶ κενοφωνίαις ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος. Ἤρετο μὲν ὁ τῶν Αἰγυπτίων ἡγούμενος τοὺς ἀεὶ συνόντας αὐτῷ γόητάς τε καὶ ψευδομάντεις, οἳ καὶ ὠνομάζοντο σοφοὶ, πρὸς ποῖον αὐτῷ καταντήσει τέλος τὰ προσδοκώμενα. Ἐπειδὴ δὲ βουλῆς ἡμάρτανον, καὶ ψευδοεποῦντες ἠλέγχοντο, καὶ οὐδεὶς ἦν αὐτοῖς ὁ βουλῆς ὀνησιφόρου καὶ σκεμμάτων ἐπωφελῶν εἰσκομίζων ὁδόν· κατελογίσθησαν μὲν εἰς οὐδὲν, ἕτεροι δὲ λοιπὸν ἐζητοῦντο σοφοί· καὶ δὴ καὶ τεθαυμάκασί τινες τοὺς ἄρχοντας Μέμφεως, τοῦτ' ἔστι, τοὺς ἱερεῖς τε καὶ μάγους, τοὺς κατά γέ φημι τὴν Μέμφιν. Ἀπόλεκτοι γὰρ ὥσπερ ἐδόκουν εἶναι τὸ τηνικάδε, καὶ μαγικῆς ἐμπειρίας εἰς ἄκρον ἐληλακότες τοῦ παντὸς ἄξιοι λόγου τοῖς εἰδωλολάτραις ἐφαίνοντο. Ἐξέλιπον τοίνυν, φησὶν, οἱ ἄρχοντες Μέμφεως, τοῦτ' ἔστι, κατελογίσθησαν εἰς οὐδὲν, ὑψηλοί τε εἶναι καὶ τεθαυμασμένοι παρά τε τῷ βασιλεῖ καὶ ἅπασι τοῖς ἀμφ' αὐτὸν ἔδοξαν εἶναι τῆς Μέμφεως οἱ προεστηκότες. Πλὴν πεπλανήκασι καὶ αὐτοὶ τὴν Αἴγυπτον κατὰ φυλὰς, τοῦτ' ἔστι, κατὰ πόλεις καὶ κώμας· καὶ οὐ καθ' ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πληθύν. Τεθαρσήκασι γὰρ αὐτοῖς, καίτοι τῶν ἀναγκαίων οὐδὲν ἔχουσιν εἰπεῖν· τεθαρσήκασι γὰρ τίνα τρόπον; Κύριος γὰρ, φησὶν, ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως,