Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.465
Not analysed yet
τοῦτ' ἔστι, πάντα λόγον ἀληθείας ἀπετίναξε τῆς γλώττης αὐτῶν, ὡς μηδ' ὁτιοῦν ἰσχῦσαι τῶν ἀληθῶν ἢ νοεῖν ἢ λέγειν. Οὐ γὰρ ἔδει ταῖς τῶν εἰδωλολατρούντων γλώσσαις ἐνιζῆσαι τὴν ἀλήθειαν. Πεπλανήκασι τοίνυν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἔμων ἅμα. Ἔθος γὰρ τοῖς μεθύουσι, τὸ ταῖς ἐξ ἐμέτων περιπίπτειν ἀκαθαρσίαις. Ταύτῃτοι φησίν· Οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Οὐδὲ γὰρ ἐγχειρημάτων ἅψονται νεανικῶν. Τοῦτο γὰρ ἀρχὴ καὶ κεφαλή. Οὔτε μὴν εἰς εὐκταιότατον αὐτοῖς καταντήσει τέλος τὰ δρώμενα· τοῦτο γὰρ ἡ οὐρὰ καὶ τὸ τέλος· πᾶσα γὰρ σκέψις ἀνθρώπων ἀνόνητος, καὶ πᾶν ἐπικούρημα σαθρὸν, καὶ κατ' οὐδένα τρόπον ὀνῆσαι δυνάμενον· Θεοῦ γὰρ κακοῦντος, ὡς ἔφην, καὶ χεῖρα τὴν παναλκῆ τοῖς ἀποσκιρτῶσιν ἐπάγοντος, καὶ εἰς τὸ αὐτῷ δοκοῦν μετατρέποντος τῶν πραγμάτων τὰς φύσεις. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς αἱ γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ' αὐτούς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται, διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ' αὐτήν. Οἱ γὰρ πάλαι θρασεῖς καὶ ἀνήμεροι, καὶ κινδύνου παντὸς καταφρονηταὶ, περιδεεῖς ἔσονται, φησὶ, καὶ τεθρυμμένην εὑρήσουσιν ἐν ἑαυτοῖς τὴν καρδίαν, ὡς γυναικῶν τῶν ἀσθενεστάτων ἀποδεῖν οὐδὲν, ἀλλ' οἱονείπως εἰς θηλυπρεπὲς ἀνανδρίας κατολισθεῖν. Πρόφασις δὲ αὐτοῖς τοῦ δείματος, καὶ τῆς ἐπὶ τούτῳ πτοίας, ἡ χεὶρ ἔσται Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ' αὐτούς. Χεῖρα δὲ Κυρίου Σαβαὼθ ἐν τούτοις τὸ παναλκὲς θέλημα τοῦ Θεοῦ διορίζεται τῇ Ῥωμαίων βασιλείᾳ τὸ τῶν Αἰγυπτίων ὑποφέροντος ἔθνος. Ἄμαχος δὲ παντελῶς ἡ θεία βουλὴ, καὶ τοῖς τῆς ἀνωτάτω φύσεως σκέμμασι τὸ δοκοῦν πᾶσά πως ἀνάγκη διαπεραίνεσθαι. Ἔσται δὲ πρὸς τούτοις ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· καὶ τί δὴ ἄρα φησὶν ἐν τούτοις, εἴδωμεν ἀκριβῶς· ἀσαφὲς γὰρ λίαν τὸ δηλούμενον. Οὐκοῦν ἐσώζετο μὲν πάλαι τῶν Ἰουδαίων ἡ χώρα προασπίζοντος Θεοῦ, καὶ δυσκαταγώνιστον αὐτὴν ἀποφαίνοντος ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἐν κύκλῳ βασιλείαις τῶν ἐθνῶν. Ἀλλὰ καίτοι τοσοῦτον ἔχουσα τὸν ἐπίκουρον, ἥλω καὶ γέγονεν ὑπὸ Ῥωμαίοις, καὶ ἐμπέπρησται μὲν πᾶσα πόλις, κένανδροι δὲ μεμενήκασιν οἶκοί τε καὶ κῶμαι. Καὶ ποία γέγονεν αὐτοῖς ἡ τοῦ ἁλῶναι πρόφασις; Ἡ βουλὴ δηλονότι Κυρίου, ἣν καὶ ἐπ' αὐτῇ βεβούλευται. Παραδέδοται γὰρ καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ τῇ Ῥωμαίων πανσθενεστάτῃ χειρί. Ἔσται τοίνυν ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Οἱ μὲν γὰρ τῶν ψευδομάντεων λόγος παραθαρσύνειν ἤθελον, ὄτι καὶ ἀμείνους ἔσονται τῆς τῶν ἐπιόντων χειρὸς, καὶ κρατήσουσιν ἀντεξάγοντες. Τὸ δὲ δὴ παραδεδόσθαι καὶ αὐτὴν αὐτοῖς τὴν τῶν Ἰουδαίων χώραν, καίτοι Θεὸν ἔχουσαν τὸν ὑπεραθλοῦντά ποτε, πάνδεινον αὐτοῖς ἐνετίθει τὸ δεῖμα. Προσεδόκησαν γὰρ ἐντεῦθεν, πάντη τε καὶ πάντως τοῖς καταδῃοῦν ἐθέλουσιν ὑποκεῖσθαι, παθούσης τοῦτο καὶ τῆς Ἰουδαίων γῆς,