Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.473
Not analysed yet
πλεονεξίαν, σέσωκέ τε καὶ ἐξείλετο, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, τὸ τῆς ἀληθείας αὐτοῖς ἐναστράψας φῶς· καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι περιβαλών. Οὕτω καὶ αὐτός που φησὶν ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν» Ὁρᾷς ὅτι δεδίκακε τῷ κόσμῳ, καὶ τὸν πάλαι τυραννήσαντα κατ' αὐτοῦ Σατανᾶν ἐκβέβληκεν, εἴλκυσέ τε πάντας πρὸς ἑαυτόν. Ἐγνώκασι γὰρ αὐτὸν καὶ Αἰγύπτιοι. Καὶ δὴ καὶ ἐπεγνωκότες ποιοῦσι θυσίας, εὔχονται δὲ καὶ εὐχὰς, καὶ εἰς πέρας ἄγουσι τὰ ἐπηγγελμένα. Τοῦτο γάρ ἐστι τὸ διὰ φωνῆς τοῦ Δαβὶδ μελῳδούμενον· «Εὔξασθε καὶ ἀποδῶτε τῷ Κυρίῳ Θεῷ ἡμῶν.» Ὅρα τοίνυν καινότητα πραγμάτων. Οἱ γὰρ πάλαι τοῖς δαιμονίοις καταθύειν εἰωθότες, οἱ τῷ Σατανᾷ προσκομίζοντες τὰς λατρείας καὶ ἀνατιθέντες χαριστήρια, καὶ μὴν καὶ εὐχὰς, ἤγουν ὑποσχέσεις ἀποπληροῦντες ἐσπουδασμένως· πεφωτισμένοι τὸν νοῦν διὰ Χριστοῦ, καὶ τοῖς τῆς ἀληθείας δόγμασιν ἐκλελαμπρυσμένοι, τῆς μὲν ἀρχαίας ἀποδραμοῦνται πλάνης, ἐπεγνωκότες δὲ ἅπαξ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον, αὐτῷ τὴν ἐν πνεύματι προσκομίζουσι λατρείαν, πανάγνους πληροῦντες εὐχὰς, καὶ θυσίας ἀναφέροντες, οὐ τὰς δι' αἱμάτων ἔτι καὶ τῆς τῶν ἀλόγων σφαγῆς· πνευματικὰς δὲ μᾶλλον, ὡς ἔφην, καὶ εὐπροσδέκτους διὰ τὸ ἄμωμον. Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς. Ὅταν ἐπισκέπτηται Θεὸς, πλήττει μὲν ἔσθ' ὅτε τοὺς ἀνοσίως πεπραχότας, καὶ τὰς ὑπὲρ ὧν εἰς αὐτὸν πεπαρῳνήκασι πράττεται δίκας, ὀνίνησι δὲ σφόδρα κατὰ τοῦτον τὸν τρόπον. Οὐ γὰρ ἡττώμενος ἐπιφέρει τὴν μάστιγα, μετατιθεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄμεινον. Ἢ γὰρ ἐκ πλάνης μεθίστησιν εἰς ἀλήθειαν, ἢ καὶ ἀκαθέκτως ἀποκλίνοντας εἰς τὸ πλημμελεῖν τὰ αἰσχίω διδάσκει μεταμανθάνειν, καὶ μεταφοιτᾷν ἐπείγεσθαι πρὸς τὸ ἀρέσκον αὐτῷ. Τοιγάρτοι καὶ ὀνησιφόρον εἰδότες τὸ χρῆμα, τὸ παιδεύεσθαι φημὶ, κεκράγασι πρὸς αὐτὸν οἱ μακάριοι προφῆται· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Καὶ πάλιν· «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἔφη δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν· Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Παιδεύει τοίνυν οὓς ἂν ἕλοιτο καὶ ἀγαπᾷ. Τοῦτο χαριεῖσθαι καὶ τοῖς Αἰγυπτίοις ὁ προφήτης φησί· Πατάξει γὰρ αὐτοὺς ὁ Κύριος πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Εἰ γὰρ καὶ δέδονται τυχὸν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοι κεκρατήκασι τῆς γῆς οἱ ὑπ' αὐτοὺς δορυφόροι, ἀλλ' οὖν τόπον ἐσχηκότες παρ' αὐτοῖς τοῦ θείου κηρύγματος, τὴν μὲν ἐκ τοῦ πεπλανῆσθαι ζημίαν ἀπεφορτίσαντο, μετακεχωρήκασι δὲ πρὸς τὸ θειόν τε καὶ οὐράνιον φῶς, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποκρουσάμενοι δόξαν, ὑγιᾶ λοιπὸν ἐσχήκασι τὴν καρδίαν. Ἐπιστραφήσονται γὰρ πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, τοῦτ' ἔστιν, οἱ πά-