Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.472
Not analysed yet
τὸ τηνικάδε, νυνὶ δὲ δὴ καὶ εἰς πέρας ἐκβεβηκότα Θυσιαστήριον γὰρ τῷ Κυρίῳ· πλεῖστά τε ὅσα, καὶ ἀριθμοῦ κρείττονα, κατὰ τὴν Αἰγυπτίων· καὶ τὸ τοῦ σταυροῦ σημεῖον τοῖς ἐνοικοῦσι προσκυνητόν. Πεπιστεύκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἔδοξε δέ τισι τῶν ἐξηγητῶν, ἀντὶ τῆς στήλης τίτλον ὀνομάσαι, καί φασιν εἶναι τοῦτο τὸ ἅγιον Εὐαγγέλιον. Δοξαζέτω δὲ πάλιν ὁ νουνεχὴς τὸ ὡς ἄριστά τε καὶ εὖ ἔχειν δοκοῦν. Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις. Καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι. Ἄθρει δή μοι πάλιν τῆς προφητικῆς εὐτεχνίας τὴν νῆψιν. Ὥσπερ γὰρ ἀναπυνθανομένου τινὸς καὶ λέγοντος· Τί τὸ χρῆμα; Ποία δὲ γέγονε πρόφασις τοῦ τὸν Κύριον ἐλθεῖν εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης, χαρίσασθαί τε αὐτοῖς τοῦτό τε κἀκεῖνο; διαλαβὼν ὁ προφήτης ἀποκρίνεται καὶ φησίν· Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Ἐπεπήδησε μὲν γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, τοῦτ' ἔστιν ὁ Σατανᾶς, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῆς ἑαυτοῦ δυστροπίας ἐπιθεὶς ἅπασι τὸν ζυγὸν, ἀπεβουκόλησε μὲν τῆς εἰς Θεὸν ἀγάπης. Μόνον δὲ οὐχὶ δεδεμένους ἔχων ὑφ' ἑαυτῷ, πικρῶς τε καὶ ἀνοσίως κατεβιάζετο· ἀλλ' ἡ τοῦ πράγματος φύσις, δεινὴν καὶ ἀφόρητον ἔχουσα τὴν πλεονεξίαν, τῆς ἐκείνου κατεβόησε τυραννίδος. Οὕτω νοήσεις κεκράξοντας Αἰγυπτίους. Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸν φύσει τῶν ὅλων Δεσπότην οὐκ ἐγνωκότες, οὐδ' ἂν ὅλως ἐβόησαν πρὸς αὐτόν; Ἀλλ' ὥσπερ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, καὶ οὐκ αὐτό που πάντως, ἰδίαν ἔχον φωνήν· ἀλλ' οἱονεὶ τὴν αὐτὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· τὸν αὐτὸν, οἶμαι, τρόπον νοήσαι τις ἂν καὶ ἐπὶ τῶν εἰωθότων προσκυνεῖν τοῖς ἀκαθάρτοις δαίμοσιν. Εἰ γὰρ καὶ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, ἀλλ' οὖν ὅτι πεπλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι τὴν ἐφ' ἑαυτοῖς που πάντως αἰτοῦντες ἐπικουρίαν. Οὕτω βοῆσαί φαμεν καὶ Αἰγυπτίους πρὸς Θεὸν, διὰ τοὺς θλίβοντας αὐτοὺς, τοῦτ' ἔστι, τοὺς ὑπὸ χεῖρα τὴν ἑαυτῶν πεποιημένους, καὶ ὥσπερ τινὶ πικροτάτῃ δουλείᾳ καταπιέσαντας, δῆλον δὲ ὅτι τοὺς ἀκαθάρτους δαίμονας. Ἀλλὰ πέμψει αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Καὶ τίς ὁ ἄνθρωπος, ἢ δηλονότι ὁ Χριστός; τοῦτ' ἔστιν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· οὗτος σέσωκεν οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. Σέσωκε δὲ κρίνων· καὶ τί τὸ, κρίνων, ἐστίν; Ἀντὶ τοῦ, δικαίαν ἐπ' αὐτοῖς τὴν κρίσιν ἐκφέρων. Τὸν μὲν γὰρ πλεονεκτήσαντα Σατανᾶν, καὶ σὺν αὐτῷ τοὺς ἀκαθάρτους δαίμονας ψήφοις ὁσίαις ὑποτιθεὶς, σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν. Τοὺς δέ γε τὴν οὕτως ἀφόρητον ἀνατλάντας