Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.477
Not analysed yet
τάξιν. Τετήρηται γὰρ καὶ αὐτῷ τῆς ἐπιστροφῆς ὁ καιρός. Γέγραπται γοῦν, ὅτι «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Ἄθρει δὴ οὖν, ἄθρει τρίτον ἐν τούτοις ὠνομασμένον, ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις. Ἀσσυρίους δέ φησιν ἐν τούτοις, ὡς ἔφην, τοὺς κατά γε τὴν ἑῴαν ἅπασαν γῆν, μάλιστα δὲ τὴν μέσην τῶν ποταμῶν, ἐν ᾗ καὶ εἶναί φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν, ὡς ἰσάμιλλον ἔχειν τήν τε εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ μέν τοι καὶ ἀρετήν. Τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεός· Εὐλογημένος ὁ λαός μου, ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις· ἐπαριθμεῖται δὲ τρίτος ὁ Ἰσραήλ. Προσεπάγει γὰρ ὅτι Καὶ κληρονομία μου Ἰσραήλ. Καὶ τούτου δὲ τὴν πρόφασιν προαπέδειξεν ἡμῖν ὁ λόγος· κεκυριοκτόνηκε γὰρ καὶ τέθειται εἰς νῶτον, καθά φησιν ὁ Δαβίδ. Καὶ ἐν τοῖς περιλοίποις γέγονεν ὁ πρωτότοκος. Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβυτέρους, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τοῖς Αἰγυπτίοις λόγον, καὶ τίνα τρόπον κεκλήσονται διὰ πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν προηγορευκὼς, οἰκονομεῖ τι πάλιν τῶν ὅσαπερ ἦν χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ὄνησιν τοῖς ἐξ Ἰσραήλ· καὶ ποῖα δὴ ταῦτά ἐστιν, ὡς ἐν βραχέσιν ἐρῶ. Ἀφειδήσαντες γὰρ καὶ αὐτῆς τῆς εἰς τὸν διὰ Μωϋσέως νόμον αἰδοῦς, καὶ μὴν καὶ τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντες, ἀσυνετώτατα κατεφέροντο πρός γε τὸ δεῖν εἰς πολύθεον καθικέσθαι πλάνησιν, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεῦσαι. Τοῖς δὲ ἅπαξ εἰς τοῦτο γνώμης ὠλισθηκόσιν ἀνεπιτήδευτον ἦν τῶν φαύλων οὐδέν. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπηφίει πλειστάκις αὐτοῖς ὁ τῶν ὅλων Θεὸς πολέμους καὶ μάχας, τοῦτο μὲν τοὺς ἀπό γε τῶν ὁμόρων ἐθνῶν, τοῦτο δὲ τοὺς παρὰ Περσῶν τε καὶ Μήδων· οἱ δέ γε τῆς Ἰουδαίας κατεξανιστάμενοι, τὰ ἕτερα τῶν ἐθνῶν προκαταδῃοῦντες ἔσθ' ὅτε, δεινοῖς καὶ ἀφορήτοις δείμασιν ὁμιλεῖν παρεσκεύαζον τοὺς ἐξ Ἰσραήλ. Οἱ δὲ καίτοι δέον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεὸν, καὶ ἀνοσίων μὲν ἀποφοιτᾷν σπουδασμάτων, μεταχωρῆσαι δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ ἀπολογεῖσθαι λελυπημένῳ, διά γε τῆς ἐκ τῶν αἰσχιόνων εἰς τὸ ἄμεινον μεταδρομῆς, οὕτω τε τὴν παρ' αὐτοῦ καὶ μόνου σωτηρίαν ἐπιζητεῖν, καὶ τὴν