Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.480
Not analysed yet
ἀεὶ σώζουσάν τε καὶ ἐπαμύνουσαν χεῖρα τοῦτο μὲ οὐκ ἔδρων οἱ δείλαιοι, ἐρανιζόμενοι δὲ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας, ποτὲ μὲν τῶν ὁμόρων τινὰς ἐκάλουν εἰς τοῦτο, ποτὲ δὲ τοὺς γείτονας Αἰγυπτίους, προστιθέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγραπται, καὶ καταθήγοντες ὡς εἰς ὀργὰς καὶ ἐπ' αὐτῷ δὴ τούτῳ τὸν πάντα ἰσχύοντα Θεόν. Καὶ γοῦν ἕφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, καὶ οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.» Καὶ μὴν καὶ δι' αὐτοῦ τοῦ προφήτου Ἡσαΐου· «Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν. Ἔστι γὰρ πολλὰ καὶ ἐφ' ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.» Τοῦ τοίνυν Ταναθὰν, στρατηγὸς δὲ οὗτος βασιλέως Ἀσσυρίων, πολεμήσαντος τὴν Ἄζωτον, ἑλών τε κατὰ κράτος αὐτήν· γείτων δὲ αὕτη τῇ τῶν Ἰουδαίων χώρᾳ· προσεδόκουν οἱ ἐξ Ἰσραὴλ αὐτίκα δὴ μάλα καὶ αὐτοὶ καὶ λίαν ἀμογητὶ τὰ ἴσα παθεῖν. Ταύτης τε ἕνεκα τῆς αἰτίας τὴν Αἰγυπτίων χεῖρα καταμισθούμενοι πρὸς τὸ ἐπαμύνειν αὐτοῖς ταῖς Ἀσσυρίων φάλαγξιν ἀντεξάγειν ἤθελον. Ματαίαν τοίνυν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα Θεός· προαγορεύει δὲ σαφῶς, ὅτι τῆς Ἀσσυρίων δυνάμεως ἔργον [ἄγρα] ἔσονται καὶ αὐτοὶ, ἁλώσονταί τε κατὰ καιροὺς, καὶ ἐν δορυκτήτων ἔσονται τάξει. Φασὶ γὰρ ὅτι γέγονεν ὑπὸ χεῖρα βασιλέως Ἀσσυρίων κατὰ καιροὺς ἡ Αἰγυπτίων· καὶ ἐν ὀλίγοις ἕτεσι τρισὶν ἐγκαθεσθεὶς αὐτῇ, πᾶσάν τε ἑλὼν κατὰ κράτος, πλείστην ὅσην ἔχων αἰχμαλωσίαν, ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ. Ἐπιτάττει τοίνυν τῷ προφήτῃ Θεὸς, τὸ τοῖς αἰχμαλώτοις πρέπον τε καὶ σύνηθες σχῆμα λαβεῖν· τοῦτ' ἔστι, γυμνότητά τε καὶ ἀνυποδεσίαν. Τοῖς γὰρ ὅλως νενικηκόσιν οὐ πολὺς τῶν ἑαλωκότων ὁ λόγος· οἱ δὲ εἰς τοῦτο πεσόντες ταλαιπωρίας, κἂν εἴτε τινὲς εἶεν τῶν εὐγενῶν κατὰ σάρκα, κἂν εἴτε τῆς ἀγελαίου πληθύος, ἑνὶ τῷ τῆς ἀθλιότητος συνέχονται λίνῳ, οὐκ ἄμφιον ἔχοντες, ἤγουν ἕτερόν τι τῶν τελούντων εἰς κόσμον αὐτοῖς ἢ ἀνάπαυσιν, ἀτημελῶς δὲ οὕτως πρὸς πᾶν ὁτιοῦν τοῖς ἑλοῦσι καταθυμίων, ὡς ἐξ ἀνάγκης ἐρχόμενοι. Προστάττεται τοίνυν, ὡς ἔφην, ὁ θεσπέσιος προφήτης, ἀφελεῖν τὸν σάκκον ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπολύσασθαί τε τὰ σανδάλια, καὶ διὰ μέσης ἰέναι τῆς Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ἔδρα δὲ τοῦτο τοῦ δοκεῖν εὐσχήμων εἶναί τις, οὐ σφόδρα πεφροντικὼς, καὶ τῶν ἀρεσκόντων Θεῷ προστιθεὶς οὐδὲν, κἂν εἰ φαίνοιτό τι βαρὺ καὶ μώμου μεστόν. Ἀλλ' ἴσως πρὸς τοῦτο ἐρεῖ τις· Διὰ τί γὰρ μὴ μᾶλλον προηγόρευσε μόνον τοῖς ἐξ Ἰσραὴλ τὰ συμβησόμενα τοῖς Αἰγυπτίοις κατὰ καιρούς; Πεπόρευται δὲ οὕτως γυμνός τε καὶ ἀνυπόδετος ὁ διαβόητος ἐν προφήταις, τῆς αὐτῷ πρεπούσης εὐκοσμίας ἠφειδηκώς. Πρὸς δὴ τοῦτό φαμεν ὅτι τοῖς τῶν προφητῶν οὐκ ἐπείθοντο λόγοις, μᾶλλον δὲ καὶ ἐπετίμων τοῖς προαγορεύειν ἐθέλουσι τὰ ἐσόμενα, λέγοντες· «Ἄλλα