Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.48
Not analysed yet
Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Προσπεφώνηκέ που τοῖς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ πανσόφου Μωσέως· «Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου.» Τέθειται γὰρ ἐν ἡμῖν ἡ ἐπ' ἄμφω τρίβος, καὶ τῶν ἑκάστου διανευμάτων, ἤγουν θελημάτων καρπὸς ἂν γένοιτο τὸ διαβιῶναι λαμπρῶς καὶ ἐννόμως, ἤγουν ἑτεροίως κατεψεγμένως. Ἀλλ' οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οἱ μὲν τὸν ἀγαθὸν καὶ ἀπόλεκτον καὶ Θεῷ φιλαίτατον βιοῦντες βίον, πάντη τε καὶ πάντως καταίρουσιν εἰς ζωήν. Οἵγε μὴν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ἡττώμενοι, τὸ τέλος ἔχουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Εὐπειθείας οὖν ἄρα καρπὸς τὸ φαγεῖν ἔσται τὰ ἀγαθὰ τῆς γῆς τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης, ἧς καὶ αὐτὸς διαμέμνηται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Σκαιότητος δὲ καὶ βίου φιλαμαρτήμονος ἡ ἀνόνητος ὑστεροβουλία, καὶ τὰ ἐκ θείας ὀργῆς, μάχαιρά τε καὶ ὄλεθρος, ὡς ἔφην, καὶ τί γὰρ οὐχὶ τοιούτων κακῶν; Ἀξιόπιστον δὲ τὸν ἑαυτοῦ λόγον ὁ προφήτης ἀποφαίνει, προσεπάγων εὐθὺς, ὅτι «Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐπειδὴ δὲ ἀμήχανον τὸ ψεύσασθαι τὸν Θεὸν (μένει γὰρ ἀεὶ τοῦθ' ὅπερ ἐστὶν, ἁλήθεια δὲ δηλονότι), πῶς οὐκ ἀνάγκη νοεῖν ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα; Πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὡς ὀνίνησι πλουσίως ὁ προφητικὸς λόγος, τάς τε τῶν ἀκεραιοτέρων ἔτι ψυχὰς, καὶ μὴν καὶ τὰς τῶν ἤδη γνησίων καὶ ἱδρυμένων ἐν πίστει. Ἐπειδὴ γὰρ τέθεικεν ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τῶν παιδαγωγουμένων ῥοπαῖς τὸ ἑλέσθαι μὲν τὸ ἀγαθὸν, ἀποφοιτᾷν δὲ τῶν φαύλων, πεπληροφόρηκεν ὅτι τὰς τῶν πρακτέων ἢ μὴ δέδωκεν ἑκάστῳ τῶν ἐπὶ γῆς ἡνίας, καὶ ἐφ' ὅπερ ἂν ἕλοιτό τις, ἐλάσει μετ' ἐξουσίας. Ἐπειδὴ δὲ τοῦτό ἐστιν ἀληθὲς, εἰκαῖον ἤδη καὶ ψυχρὸν, καὶ ῥαψῴδημα τὸ διατείνεσθαί τε καὶ λέγειν, ὅτι φυσικὸν ἐν ἀνθρώπῳ τὸ κακόν· ἤγουν ὅτι τύχη τε καὶ εἱμαρμένη, καὶ γένεσις πηδαλιουχοῦσι τὰ ἀνθρώπινα, καὶ πρός γε τὸ ἑκάστῃ δοκοῦν, οὓς ἂν ἕλοιντο κατασφίγγουσαι φαυλότητός τε καὶ ἀρετῆς ἀποτελοῦσιν ἐργάτας, οὐκ ἐθελουσίοις ῥοπαῖς ἰόντας εἰς τοῦτο, κατεζευγμένους δὲ ὥσπερ ἀφύκτοις νεύμασι, καὶ δυσφορήτως ἔχοντας τῇ τῶν κρατούντων ἀνάγκῃ. Εἰ γὰρ φύσει τὸ κακὸν, καὶ ἐνυπόστατόν ἐστιν, ὡς γοῦν ἐκεῖνοι ληροῦντές φασι· πῶς τοῖς ἑκάστου θελήμασι κρατύνεταί τε καὶ ἀσθενεῖ; εἰ γὰρ ἑλοίμην εἶναι χρηστὸς, τὸ κωλύον οὐδὲν ὁρᾶσθαι τοιοῦτον. Εἰ δὲ δὴ καὶ πονηρὸς, ἀπείρξειεν ἂν οὐδὲν καὶ πρός γε τοῦτο κατολισθεῖν. Ποῦ δὲ δὴ τύχης καὶ εἱμαρμένης ἡ δύναμις; ἢ ποία τις γένεσις ἐπιφέρει τισὶ τὸν ἐξ ἀνάγκης ζυγὸν, εἰ τοῖς ἑκάστου θελήμασιν ἀκολουθεῖ, καὶ τὸ φαγεῖν τὰ ἀγαθὰ τῆς γῆς πληροῦν ἑλομένους τὴν ὑπακοὴν, καὶ μὴν καὶ τὸ ἔργον γενέ-