Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.45.1
Not analysed yet
τὸν νοῦν, κἂν γοῦν εἰς ἀρχὰς ἰέναι τῆς ἐκτόπου καὶ βδελυρωτάτης ἐπιθυμίας. Οὐκοῦν τὸ καλὸν ἀληθῶς εἴη ἂν τὸ μάθημα τὸ εὐαγγελικὸν, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις. Ἐπιφωνητέον δὴ οὖν τοῖς τοῦ γράμματος φίλοις, «Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν,» τοῦτ' ἔστι, τὸ κρίνειν ὀρθῶς. Πρὸς γὰρ τοῖς ἄλλοις ἀτοπήμασιν ἅπασιν, νενοσήκασι καὶ τοῦτο τῆς Ἰουδαίων συναγωγῆς οἱ καθηγεῖσθαι λαχόντες, τὸ μὴ ὀρθὰς, φημὶ, ποιεῖσθαι τὰς ἐφ' ἑκάστῳ πράγματι κρίσεις· ψηφοφορεῖν δὲ μᾶλλον ἀδίκως, καὶ δώρων ἡττᾶσθαι καὶ χρημάτων ἡδονῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσι καταπωλεῖν τῆς ἑαυτῶν ἀνοσίου βουλῆς τὴν σύνεσιν. Ὡς γάρ φησιν ὁ προφήτης, «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον.» Ἀναγκαία τοιγαροῦν ἡ ἐντολὴ, καὶ τοῖς εὐαγγελικῶς ἐθέλουσι ζῇν οὐκ ἀσυντελὴς εἰς δικαιοσύνην τὸ κρίνειν ὀρθῶς, οὐκ ἔν γε μόνον τοῖς ἔξω πράγμασιν, ἀλλὰ καὶ τοῖς εἰς νοῦν καὶ καρδίαν. Οἷον δή τί φημι· Θεοῦ τὴν φαυλότητα καταψέγοντος, ἐπαινεῖ ταύτην ὁ Σατανᾶς. Καὶ ὁ μὲν τοῦ Σωτῆρος ἡμᾶς ἀναπείθει νόμος, ἀξιέραστον ποιεῖσθαι τὸ ἀγαθόν· ἀνθέλκει πρὸς τὸ ἐναντίον ἐκεῖνος. Τότε δὴ τότε κριτὴς ὥσπερ τίς ἐστι καὶ δικαστὴς ἐν ἡμῖν ὁ νοῦς· καὶ ἐπαινέσας μὲν τὸ ἀγαθὸν, καὶ αὐτὸ τὸ χρῆναι κρατεῖν ἀπονέμων, ἐξεζήτησε κρίσιν. Ἐπιδούς γε μὴν φαυλότητι τὸ νικᾷν, ἔξω γέγονε τοῦ κρίνειν ὀρθῶς, καὶ ἀκούσεται δικαίως· «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος.» Αὔχημα τοίνυν εὐαγγελικὸν τὸ κρίνειν ὀρθῶς, καὶ ἐπαμύνειν ἀδικουμένοις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ, «Ῥύσασθε ἀδικούμενον.» Ἐπιτηδεύειν δὲ χρὴ πρὸς τούτῳ τὸ συμπαθὲς, καὶ τὸ ἀπροσωπόληπτον. «Κρίνατε ὀρφανῷ,» φησὶ, «καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος·» οὐχ ὡς κρινόμενοι τῷ Δεσπότῃ; «Δικαιωθήσεται γὰρ, φησὶ, πάντως ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρινόμενος.» Ἔσται γὰρ οὐδεὶς ἀπὸ ῥύπου καθαρὸς, ἀλλ' οὐδὲ καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν, διελεγχόμενοι δὲ μᾶλλον, καὶ οἱονεὶ καθ' ἑαυτοὺς δοκιμάζοντες, εἰ μὴ τῆς θείας φιλοτιμίας μέγεθος πολύ τέ ἐστι καὶ ἀξιόληπτον. Ὥς γε ὁ σοφὸς ἡμῖν γράφει Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. «Ὑπισχνεῖται τοιγαροῦν τοῖς ἐκ νομικῆς ἀγωγῆς μεθορμιζομένοις τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἀστειότητα βίου τοῦ κατὰ Χριστὸν, ἄφεσιν τῶν ἤδη προεπταισμένων. Αὕτη γὰρ ἡμῶν ἡ τῆς ἐλπίδος εἰσβολὴ, καὶ τῆς θείας εἰς ἡμᾶς ἡμερότητος ἀπαρχὴ, θύρα τε ὥσπερ καὶ ὁδός. Ὅτι δὲ καὶ τοῖς εἰσάγαν μεμολυσμένοις, καίτοι ἐπ' ἔλαττον τοῦτο νενοσηκόσιν, ἀρκέσει πρὸς ἀποκάθαρσιν ἡ διὰ πίστεως χάρις, ἀναπείθει λέγων· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.» Δυσέκπλυτον γὰρ οὐδὲν Θεοῦ διασμήχοντος. Ὡς γὰρ ὁ Παῦλος φησὶν, «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Καὶ πάλιν· «Τίς ἐγκαλέσει μετὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;»