Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.492
Not analysed yet
ἀναβάτας ἱππεῖς δύο, καμήλου τε καὶ ὅνου· καὶ τίνες ἂν εἶεν οὗτοι, φθάσαντες ἤδη προείπαμεν. Ἐπειδὴ δὲ ἅπαξ τεθέαται, προστάττεται λοιπὸν τὰ ἐκ τῆς ἐφόδου μανθάνειν ἐπείγεσθαι, καὶ τῆς τῶν Χαλδαίων συμφορᾶς τὰ φρικτὰ διηγήματα. Πολλὴ γὰρ ἀκρόασις ἡ τοιάδε κατὰ τὸ ἀληθές. Τοιγάρτοι τῇ Βαβυλῶνι συμβεβηκότα φρικτὰ, καὶ λόγου πέρα παντὸς, καὶ εἰς ἄκρον ἥκοντα κακῶν. Εἷλε γὰρ οὕτως ὁ Κύρος αὐτὴν, ὥστε καταστῆσαι μὲν ἐρήμην αὐτὴν εἰς ἅπαν, ἀνελεῖν δὲ τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῶν τε τῶν σπηλαίων σαγηνεύοντα τοὺς ὅλως δύνασθαι λαθεῖν προσδοκήσαντας. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι Δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.» Εἰσφέρεται δέ που καὶ τῆς Ἱερουσαλὴμ τὸ πρόσωπον ὡς πρός γε τὴν Βαβυλῶνα λέγον· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ με. Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι αὐτὸν τὴν δικαιοσύνην μου, καὶ ποιήσῃ τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. Καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεὸς σοῦ; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ἐξόδοις. Ἡμέραι ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καθ' ἣν δηλονότι πεπόρθηται μὲν ὑπὸ Περσῶν τε καὶ Μήδων καὶ Ἐλαμιτῶν, ἠρήμωται δὲ, ὡς ἔφην. Ἀκρόασαι τοίνυν, φησὶν, ἀκρόασιν πολλὴν, τοῦτ' ἔστι, τὰ ἐπὶ τῇ ἁλώσει μακρὰ καὶ φρικτὰ διηγήματα καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Οὐρίαν φασί τινα γενέσθαι τῶν ὅτι μάλιστα διαφανεστάτων ἐν ἱερουργοῖς τοῖς κατὰ τὸν νόμον. Παράλαβε τοίνυν, φησὶ, μάρτυρα τῆς δεικνυμένης σοι κατασκοπῆς, ἤγουν ὁράσεως, τὸν Οὐρίαν, καὶ διδασκέσθω παρὰ σοῦ τὰ ἐσόμενα. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν διηγήμασιν ἀπειθοῦντες ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,» ταύτῃτοι καὶ λίαν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ἐποιεῖτο μάρτυρας τῶν δεικνυμένων κατὰ καιροὺς, ὡς ἐν ὁράσει προφητικῇ, τοῖς τὸ τῆς προφητείας ἔχουσι πνεῦμα, ἵν' εἰ μὴ βούλοιντο τοῖς παρ' αὐτῶν καταπείθεσθαι λόγοις, κἂν οὖν ἐκείνοις θαρσήσειαν, οἳ τῇ κατὰ νόμον ἱερωσύνῃ τετίμηνται παρ' αὐτοῖς. Καὶ εἶπεν· Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐν τῇ παρεμβολῇ ἔστην ὅλην τὴν νύκτα· καὶ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Κεκελευσμένος ὁ προφήτης ἑαυτῷ στῆσαι σκοπὸν, ἀπαγγεῖλαί τε σαφῶς, ὅπερ αὐτῷ δειχθείη παρὰ Θεοῦ· Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι' ὅλης νυκτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Αὐτὸς ἄρα τίς; ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ' ἔστιν, ὁ Κύρος. Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται