Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.489
Not analysed yet
παθεῖν αὐτοὺς τὴν αἰχμαλωσίαν διὰ πολλὴν ἁμαρτίαν ἐπενηνοχότος. Οὐ μὴν ἔδει ᾑρηκότας εἰς τοῦτο πεσεῖν ἀμαθίας καὶ ἀσυνέτων ἐννοιῶν, ὡς οἴεσθαι καὶ φρονεῖν τὴν τοῦ σώζειν αὐτοὺς ἐθέλοντος πλεονεκτῆσαι χεῖρα, καὶ ἀμείνους γενέσθαι τῆς ἀφράστον δυνάμεως τοῦ πάντα ὑπερκειμένου καὶ ἀνεστηκότος τὴν κτίσιν ὡς Θεοῦ. Ὅτι οὕτως εἶπε Κύριος πρός με· Βαδίσας σεαυτῷ στῆσον σκοπόν· καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγειλον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ἔθος τοῖς ἁγίοις προφήταις ἐν τῷ τῆς θεοπτίας ἤτοι τῶν ὁράσεων καιρῷ, συλλέγειν ὥσπερ ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ ἀπερισπάστῳ διανοίᾳ κατασκέπτεσθαι τὰ δεικνύμενα παρὰ Θεοῦ, καὶ οἷον ὑψοῦ καὶ ἐν ἀποῤῥήτῳ τινὶ περιωπῇ γεγονότας τῶν θείων ἐπακροᾶσθαι λόγων. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Τοιοῦτόν τι νῦν ὁ προφήτης διδάσκει, καί φησιν ἀκοῦσαι παρὰ Θεοῦ· Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον· καὶ οὐχ ἕτερόν τινα σκοπὸν ἱστᾷν ἐκελεύετο, ἀλλ' ἑαυτόν που πάντως εὐτρεπίσαι πρὸς θεοπτίαν, καὶ οἷόν τινα σκοπὸν ὑψοῦ γεγονότα τῷ νῷ, καταθρεῖν τὰ ἐσόμενα, καὶ ὄψει δέχεσθαι τῶν πραγμάτων τὴν θέαν. Εἶδον οὖν, φησὶν, ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Καὶ τί δὴ τοῦτό ἐστιν, ὁ τῶν Ἀσσυρίων θρῆνος διδάξει σαφῶς. Ἔφασκε γάρ· Ἐπ' ἐμοὶ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν πρὸς ἐμὲ ἔρχονται· καὶ Ἐλαμῖται μὲν βάρβαρον ἔθνος, καμήλοις ἐποχεῖσθαι μεμελετηκός. Ὁ δέ γε ἀναβάτης τῆς ὄνου τίς ἂν ἕτερος εἴη παρά γε τοὺς Περσῶν ἐξειλεγμένους; οὓς δὴ καί φασιν ἡμιόνοις τε καὶ σκιαδίοις ἐμβεβηκότας ἰέναι πρὸς μάχην, ὡς ἂν μή τις αὐτοὺς ἀπονευρώσῃ πόνος. Ἐπειδὰν δὲ τὸν τῆς μάχης ἴδωσι χῶρον, τὸ τηνικάδε τῶν σκιαδίων καταπηδήσαντες, ἵπποις κέχρηνται ἐξειλεγμένοις. Ὄνου τοίνυν ἀναβάτην τὸν ταῖς ἡμιόνοις ἐποχούμενόν φησιν. Εἰ καὶ καθ' ἕτερον τρόπον θεάσασθαι μὲν εἰκὸς τὸν προφήτην, ἵπποις ἐποχούμενον τῶν πολεμίων τὸ στῖφος, ἑπομένην δὲ πληθὺν καμήλων καὶ ἡμιόνων, ηὐτρεπισμένων τάχα που πρὸς τὴν τῶν λαφύρων μετακομιδήν. Τοῦτο γὰρ ἑτέρωθί πού φησιν· «Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος· ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔγγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν·» Λέοντα γὰρ καὶ σκύμνον λέοντος τὸν Κύρον ἐκάλει, καὶ τοὺς ὑπ' αὐτῷ Πέρσας τε καὶ Μήδους. Ἀσπίδας δὲ καὶ ἀσπίδων ἔγγονα πετομένων· τοῦτο ἔστιν, ὀξέως διᾴττειν καὶ πτηνοῖς ἐν ἴσῳ φέρεσθαι μεμελετηκότας, τοὺς ἐκ τῶν ἑτέρων ἐθνῶν, οἷς καὶ ἐποχεῖσθαι καμήλοις ἐν ἔθει καὶ τριβῇ. Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Διωμολόγηκεν ὁ προφήτης, ὡς θεάσαιτό τινας