Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.496
Not analysed yet
τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων. Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, «Ἀπέστειλε, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων· οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ, οὔτε εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ· Οὐ διοδεύσῃ δι' ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σου.» Ὁρᾷς ὅπως σκληροὶ καὶ ἀφιλοικτείρμονες γεγόνασιν Ἰδουμαῖοι, καὶ τοῦτο πρὸς ἀδελφούς; Ἀλλ' οὐ μέχρι τούτων αὐτοῖς τὰ ἐγκλήματα· ἀλλὰ γὰρ καὶ ἕτερόν τι πεπράχασιν ἀνόσιόν τε καὶ ἀπηνές. Εἷλε μὲν γὰρ τὴν τῶν Ἰουδαίων χώραν ὁ Βαβυλώνιος, κατεμπρήσας δὲ τὸν ναὸν καὶ καταδῃώσας τὸν Ἰσραὴλ, τὰ πέρα λόγου παντὸς κατὰ τῶν ἐνοικούντων εἰργάζετο. Εἶτά τινες τῶν διασεσωσμένων ἐκ μαχαίρας Περσικῆς, ὡς εἰς ὅμορον χώραν τῶν Ἰουδαίων, καὶ ὡς πρὸς ἀδελφοὺς καὶ ὁμαίμονας καταφεύγειν ἐσπούδαζον· οἱ δὲ καίτοι δέον ἐπαμῦναι ὡς ἀδελφοῖς, καὶ ἀθλίως πεπραχότας ἐποικτείρειν αὐτοὺς, καὶ μὴν καὶ ἀνακτᾶσθαι φιλοφρόνως, θηριοπρεπῶς ἐπεπήδων· ἔργον δὲ τῆς ἑαυτῶν ὠμότητος ἐποιοῦντο τοὺς φεύγοντας. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ, κατῃτιᾶτο λίαν αὐτοὺς ὁ τῶν ὄλων Θεὸς διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου γέγραπται γὰρ ὡδί· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὅρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα, ἀφ' ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ· καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ· καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους· καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.» Ἄθρει δὴ οὖν ὅπως τῆς Περσικῆς ὠμότητος γεγόνασι μιμηταὶ, καὶ τοὺς ἀνασώζεσθαι προσδοκήσαντας, ταύτης τε ἕνεκα τῆς αἰτίας ὡς πρὸς ἀδελφοὺς ἰόντας καὶ γείτονας ἀπεκτόνασιν ἀνηλεῶς. Ἑλόντες τοίνυν τὴν τῶν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι, ἀνακομιζόμενοί τε λοιπὸν εἰς τὴν ἑαυτῶν, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν. Εἷλον γὰρ ἅπαντας καὶ λίαν ἀκονιτὶ, Θεοῦ τὴν ὀργὴν ἐπαφιέντος αὐτοῖς. Καὶ