Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.497
Not analysed yet
γοῦν ἔφη πάλιν διὰ φωνῆς Ἀβδίου· «Διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Αὕτη τοίνυν ἐν βραχέσι τῆς ἐν χερσὶν ἡμῶν ὁράσεως ἡ ὑπόθεσις. Καὶ δὴ καὶ ἰτέον πρός γε τὰ ἕκαστα, κατά γε τὸ ἐγχωροῦν εἰπεῖν τὰ ἐγγεγραμμένα. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεῖρ. Αὕτη ἡ φωνὴ τοῦ πάντων κρατοῦντος Θεοῦ τῷ προφήτῃ λεγόντος, ὡς αὐτίκα δὴ μάλα πολέμου τῆς τῶν Ἰδουμαίων κατασκήψαντος γῆς, τραπήσονται πρὸς φυγὴν ἅπαντες οἱ κατοικοῦντες αὐτήν. Σηεῖρ δὲ τῆς Ἰδουμαίας ὄρος ἐστὶ παμμέγεθες, ὑφ' ᾧ λέγεται λαμπρὰ παρ' αὐτοῖς εἶναι πόλις. Ὡς οὖν μελλόντων ὡς οὐδέπω τραπέσθαι πρὸς φυγὴν τῶν ἐξ ὄρους Σηεῖρ, ἤτοι τῶν Ἰδουμαίων, Πρὸς ἐμὲ, φησὶ, κάλει, τοῦτ' ἔστιν, ἡκέτωσαν οἱ ἐκεῖθεν φεύγοντες εἰς τὴν Ἰουδαίαν. Ὥσπερ γὰρ ἐπετώθαζον τοῖς ἐξ Ἰσραὴλ καταφεύγουσι παρ' αὐτοῖς, οὕτω γελασθήσονται, φησὶ, τὰ ἴσα δρῶντες αὐτοῖς, καὶ τῆς Βαβυλωνίων χειρὸς ἡττώμενοι. Φυλάξατε ἐπάλξεις, φυλάξω τὸ πρωῒ καὶ τὴν νύκτα. Ἔστι μὲν ὁ λόγος ὡς πρὸς Ἰδουμαίους, μονονουχὶ κατονειδίζοντος αὐτοῖς τοῦ Θεοῦ τὸ εἰκαῖον εἰς πόνους, τοὺς ἐπί γε τὸ δεῖν ἀμύνεσθαι τοὺς ἐχθροὺς, γλίχεσθαι δὲ κατ' οὐδένα τρόπον τῆς παρ' αὐτοῦ σωτηρίας καὶ ἀρωγῆς. Μελλούσης γὰρ ἔσεσθαι τῆς τῶν Ἀσσυρίων ἐφόδου, καὶ τῶν πόλεων ἀποφράττοντες εἰσβολὰς, τὰς ἐπάλξεις ἐτήρουν. Ἀλλ' ἦν ἀνόνητον τὸ χρῆμα αὐτοῖς. Ἥλωσαν γὰρ αἱ παρ' αὐτοῖς πόλεις, καὶ οὐδεὶς ἦν παντελῶς ὁ σωζόμενος. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτοὺς γέγονε λόγος· Ναὶ, φησὶν, ὀρθὰ καὶ εἰκότα βουλεύεσθε, φυλάσσετε τὰς ἐπάλξεις. Εἶτα ὡς παρ' αὐτῶν, Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. «Ἀλλ' ἐὰν μὴ ὁ Κύριος φυλάξειε πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Ἔδει γὰρ μᾶλλον ἐπικουρίαν ζητεῖν τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐπιθαρσῆσαι λίθοις. Κατασεσεῖσθαι γὰρ οὕτω φασὶν τῶν παρ' αὐτοῖς πόλεων τείχη, ὡς λίθον ἐπὶ λίθον οὐχ ὁρᾶσθαι κείμενον. Ἐὰν ζητῇς, ζήτει, καὶ παρ' ἐμοὶ οἴκει, ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Εἰ γὰρ δὴ βούλοιο, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ' ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος, καὶ οἴκει παρ' ἐμοὶ, τοῦτ' ἔστιν, ἐμὸς ἔσο καὶ φρόνει τὰ ἐμὰ, τῆς τῶν ψευδωνύμων θεῶν λατρείας σαυτὸν ἀφιστάς. Τοιοῦτόν τί φησιν ὁ Σωτήρ· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.» Κατατρεχούσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων φάλαγγος τὴν τῶν Ἰουδαίων ἅπασαν γῆν, ἔξω καὶ οἴκων ἢ καὶ πόλεων, καὶ ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, τοῦτ' ἔστιν, ὁμοῦ τοῖς ἀγρίοις καταλύσει θηρίοις· καταυλισθήσῃ δὲ καὶ ἐν τοῖς ἕλεσιν, οὕτω τε λοιπὸν τῆς εἰς ἀδελφοὺς ὠμότητος πραχθήσῃ τὰς δίκας. Ἐν τῇ ὁδῷ Δαιδὰν, εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμᾶν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν