Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.501
Not analysed yet
πόνοις. Ὁμοίως δὲ καὶ οἱ τῶν ἀνοσίων αἱρέσεων τὸν ἰὸν εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καί τοι τὸ Χριστιανῶν ὄνομα κλέπτοντες, ὑποπλαττόμενοί τε τὴν πρὸς ἠμᾶς ἀδελφότητα, τὰς τῶν ἐχθρῶν ἀγριότητας νικῶσιν ἔσθ' ὅτε, ἀφιλόστοργοί τε καὶ ἀπηνεῖς. Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπάρχοντες δι' αὐτῶν ἐλέγχονται τῶν πραγμάτων; ἀλλ' οὐκ εἰς ἅπαν αὐτοῖς διακαρτερήσει Θεὸς, ἀνέξεται δὲ οὐδαμῶς ἀφιλοστοργούντων ἄγαν, ἐποίσει δὲ μᾶλλον αὐτοῖς τὰ ἐξ ὀργῆς καὶ δίκης. ΤΟΜΟΣ Εʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ' αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ' ἔστι τὴν Ἱερουσαλήμ· καὶ τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν' εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προσίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά· ἡγεῖται δὲ ξένον καὶ κατ' οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς πατέρας. ᾬοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπιπηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προσκρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευκότες. Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ.» Κατῃτιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. Διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.» Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φανερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· «Γεννήματ' ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δέν-