Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.500
Not analysed yet
φευγόντων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. Ἀνόσια πεπραχότας καταιτιᾶται τοὺς Ἰδουμαίους, καθάπερ ἤδη προεῖπον, καὶ διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου. Καίτοι γὰρ δέον ἀνηκέστοις περιπεσοῦσι συμφοραῖς τοῖς ἐξ Ἰσραὴλ ἐπαμῦναι συνηλγηκότας, τοῦτο μὲν οὐκ ἔδρων· ἀφιλόστοργοι δὲ καὶ ἀτεράμονες, καὶ τῆς τῶν Ἀσσυρίων ὠμότητος ἀγριώτεροι κατεφαίνοντο, τοὺς καὶ ὅλως διαφυγεῖν ἰσχύσαντας τὰς ἐκείνων χεῖρας, ὠμῶς ἀποσφάττοντες. Ὅπερ οὖν ἔδει ποιοῦντας εὐδοκιμεῖν, τοῦτο μὴ πεποιηκότας τε . . . . . λέγων· Ἐν τῇ ὁδῷ Δαιδὰν εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Ἔδει γὰρ, ἔδει, φησὶν, ὑμᾶς, τοὺς τὴν νοτίαν ἔχοντας χώραν, Θεμὰν γὰρ ἑρμηνεύεται Νότος, τοῖς ἐν τῇ ὁδῷ Δαιδὰν φεύγουσί τε καὶ πλανωμένοις ἄρτους τε καὶ ὕδωρ προσάγειν, καὶ τὰ ἐξ ἀγάπης τοῖς ἀδελφοῖς πρεπούσης περαίνειν ἐπείγεσθαι μᾶλλον, καὶ οὐκ ἀντιφέρεσθαι θηριοπρεπῶς τοῖς ἤδη παθοῦσιν, ἐναλομένους τρόπον τινὰ, καὶ καταφορτίζοντας τὸν ζυγὸν τῶν ἤδη πεπιεσμένων ταῖς οὕτω πικραῖς καὶ ἀτιθάσσοις συμφοραῖς. Ἔδει τοίνυν τοῖς φεύγουσιν ὑπαντᾷν φιλοφρόνως. Ἐτρέποντο γὰρ εἰς φυγὴν, οἴκων τε καὶ πόλεων ἀλογήσαντες, διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ τῶν δεινῶν τοξευμάτων· καὶ ὅτι πολλοῖς πεπτώκασι, καὶ ἀριθμοῦ κρείττονες γεγόνασι παρ' αὐτοῖς οἱ νεκροί. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν· Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ. Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάντως οἰκήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς· Εἷς γὰρ ἔσται, φησὶν, ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κηδὰρ τοξευταὶ, καί τοι, φησὶν, οὐκ ἀθαύμαστον ἐπ' αὐτῷ δὴ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται· καὶ ἀληθὴς ἡ προαγόρευσις. Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ· ψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια. Ἐνιαυτοῦ γε μὴν μισθωτοῦ φησι τὸν ἀκριβῶς ἐκμετρούμενον. Ὁ γάρ τοι τοὺς ἐπὶ ταῖς θητείαις ἱδρῶτας εἰσελθὼν, καὶ ἀπομισθώσας ἑαυτὸν ἑτέρῳ, λεπτῶς τε καὶ ἀκριβῶς ἀεί πως περιεργάζεται τοῦ τῆς μισθώσεως χρόνου τὸ μέτρον. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἴς γε τὸ γράμμα καὶ μέν τοι τὴν ἱστορίαν εἰρήσθω νυνί. Περιενεγκόντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τὸ τὴν ἁγίαν Ἐκκλησίαν καὶ τοὺς ταύτης τροφίμους, καὶ μὴν καὶ εἰς τὰς τῶν ἑτεροδόξων ἀγέλας, ἐκεῖνό φαμεν· ὅτι κατεπιφύονται πλειστάκις τὰ Ἑλλήνων στίφη τῶν ὀρθὰ φρονεῖν εἰωθότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον προσκυνεῖν ἑλομένων. Εἶτα διωγμοῖς ὑποθέντες πικροῖς, ἀφορήτοις ἔσθ' ὅτε περιβάλλουσι