Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.505
Not analysed yet
κειται δὲ ταῖς ὑπωρείαις Ἱερουσαλὴμ, ὅθεν αὐτὴν καὶ τῆς Σιὼν ἀποκαλεῖ φάραγγα. Πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασιν. Καταλελοιπότες, ὡς ἔφην, τὸν τῶν ὅλων σωτῆρα Θεὸν τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις ἐπιθαρσήσαντες, σώζεσθαι προσεδόκων. Ἐπειδὴ δὲ ἧκον οἱ πολέμιοι, καὶ ἐν ἀκμαῖς ἦν ὁ τοῦ παθεῖν φόβος, καὶ περιεστώσας ἤδη τὴν χώραν ἤγουν τὴν ἁγίαν πόλιν τὰς τῶν Ἀσσυρίων τεθέανται φάλαγγας, ἀπεπήδησαν οἱ ἐν τέλει καὶ ἐν ταῖς ἀνωτάταις τιμαῖς· καθάπερ νεὼς βαπτιζομένης ἀπενήχοντο σώζοντες ἑαυτοὺς, καὶ τοῖς ἐπ' αὐτοὺς ἠλπικόσι μονονουχὶ ἐῤῥῶσθαι φράσαντες. Πεφεύγασι τοίνυν ἅπαντες, φησὶν, οἱ πάλαι σε σώζειν ὑπισχνούμενοι, καὶ δυσκαταγώνιστον ἔχειν ὑπονοηθέντες χεῖρα· οἱ δὲ δὴ καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν. Συνελήφθη γὰρ ὁ Σεδεκίας ἅμα τοῖς αὐτοῦ παισί· καὶ τοὺς μὲν ἀπέσφαξαν οἱ Βαβυλώνιοι, τὸν δὲ τῶν ὀμμάτων ἐκκεκομμένων ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν. «Ματαία τοίνυν ἡ σωτηρία ἀνθρώπων,» κατὰ τὸ γεγραμμένον. Δεῖ δὲ δὴ μόνῳ προσκεῖσθαι Θεῷ, τὸ σοφὸν ἐκεῖνο διακεκραγότας· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Σώζει γὰρ μόνος ὁ τῶν δυνάμεων Κύριος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ ἐκ παντὸς ῥύεται κακοῦ, ὥστε καὶ χαίροντας λέγειν· «Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» Διὰ τοῦτο εἶπα, Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ, ἐν φάραγγι Σιών. Αὕτη τοῦ προφήτου φωνὴ μονονουχὶ κλαίοντος καὶ ταῖς τοῦ γένους ἐποιμώζοντος συμφοραῖς. Δι' ὧν δὲ παραιτεῖται τοὺς παρακαλεῖν ἰσχύοντας, τὸ τῆς πληγῆς ἐμφανίζει μέγεθος, οἷον οὐκ ἐχούσης θεραπείαν· ἐπενηνεγμένην δὲ μᾶλλον ἀφορήτως αὐτοῖς, πικράν τε καὶ ἀνουθέτητον ἐχούσης τὴν ἔφοδον. Ἡμέρα γὰρ ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ ἐπενήνεκται. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Ἢ μὲν γὰρ ὀργῆς δίχα τῆς ἄνωθεν τὰ τῆς ἐφόδου παρὰ τῶν Ἀσσυρίων ἐπράττετο, πολλή τις ἄγαν ἐλπὶς τοῖς κάμνουσιν ἦν, τοῦ καὶ ἔσθ' ὅτε κατευμεγεθήσειν δύνασθαι τῶν ἐπιόντων αὐτοῖς, τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀεὶ σώζουσαν αὐτοῖς ὀρέγοντος χεῖρα. Ἐπειδὴ δὲ αὐτὸς ὁ πλήττων ἐστὶν, καὶ παρὰ Κυρίου τὸ καταπάτημα, τίς ὁ ἀνατρέψων αὐτό; «Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» φησίν. Πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη. Θαύμαζε τὴν νῆψιν τοῦ πνευματοφόρου. Ἐπειδὴ γὰρ ἔφη παρὰ Κυρίου Σαβαὼθ ἐπενεχθήσεσθαι τὴν ταραχὴν καὶ τὴν ἀπώλειαν καὶ τὴν ἡμέραν τοῦ καταπατήματος, ἵνα μή τις οἴηται μάτην αὐτοῖς τὸν θεῖον